πρὸς ταύτην δὲ τὴν κατηγορίην Κλεομένης ὁ Ἀναξανδρίδεω βασιλεὺς ἐὼν Σπαρτιητέων διέβη ἐς Αἴγιναν , βουλόμενος συλλαβεῖν Αἰγινητέων τοὺς αἰτιωτάτους .
ὡς δὲ ἐπειρᾶτο συλλαμβάνων , ἄλλοι τε δὴ ἐγίνοντο αὐτῷ ἀντίξοοι τῶν Αἰγινητέων , ἐν δὲ δὴ καὶ Κριὸς ὁ Πολυκρίτου μάλιστα , ὃς οὐκ ἔφη αὐτὸν οὐδένα ἄξειν χαίροντα Αἰγινητέων · ἄνευ γάρ μιν Σπαρτιητέων τοῦ κοινοῦ ποιέειν ταῦτα , ὑπʼ Ἀθηναίων ἀναγνωσθέντα χρήμασι · ἅμα γὰρ ἄν μιν τῷ ἑτέρῳ βασιλέι ἐλθόντα συλλαμβάνειν . ἔλεγε
δὲ ταῦτα ἐξ ἐπιστολῆς τῆς Δημαρήτου . Κλεομένης δὲ ἀπελαυνόμενος ἐκ τῆς Αἰγίνης εἴρετο τὸν Κριὸν ὅ τι οἱ εἴη τὸ οὔνομα · ὁ δέ οἱ τὸ ἐὸν ἔφρασε . ὁ δὲ Κλεομένης πρὸς αὐτὸν ἔφη ἤδη νῦν καταχαλκοῦ ὦ κριὲ τὰ κέρεα , ὡς συνοισόμενος μεγάλῳ κακῷ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.