Ἀρισταγόρης δέ , ἐπειδὴ οἵ τε Ἀθηναῖοι ἀπίκοντο εἴκοσι νηυσί , ἅμα ἀγόμενοι Ἐρετριέων πέντε τριήρεας , οἳ οὐ τὴν Ἀθηναίων χάριν ἐστρατεύοντο ἀλλὰ τὴν αὐτῶν Μιλησίων , ὀφειλόμενά σφι ἀποδιδόντες · οἱ γὰρ δὴ Μιλήσιοι πρότερον τοῖσι Ἐρετριεῦσι τὸν πρὸς Χαλκιδέας πόλεμον συνδιήνεικαν , ὅτε περ καὶ Χαλκιδεῦσι ἀντία Ἐρετριέων καὶ Μιλησίων Σάμιοι ἐβοήθεον · οὗτοι ὦν ἐπείτε σφι ἀπίκοντο καὶ οἱ ἄλλοι σύμμαχοι παρῆσαν , ἐποιέετο στρατηίην ὁ Ἀρισταγόρης ἐς Σάρδις .
αὐτὸς μὲν δὴ οὐκ ἐστρατεύετο ἀλλʼ ἔμενε ἐν Μιλήτῳ , στρατηγοὺς δὲ ἄλλους ἀπέδεξε Μιλησίων εἶναι , τὸν ἑωυτοῦ τε ἀδελφεὸν Χαροπῖνον καὶ τῶν ἀστῶν ἄλλον Ἑρμόφαντον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.