ἐπὶ τούτους δὴ ὦν ὁ Θήρας λεὼν ἔχων ἀπὸ τῶν φυλέων ἔστελλε , συνοικήσων τούτοισι καὶ οὐδαμῶς ἐξελῶν αὐτοὺς ἀλλὰ κάρτα οἰκηιούμενος . ἐπείτε
δὲ καὶ οἱ Μινύαι ἐκδράντες ἐκ τῆς ἑρκτῆς ἵζοντο ἐς τὸ Τηΰγετον , τῶν Λακεδαιμονίων βουλευομένων σφέας ἀπολλύναι παραιτέεται ὁ Θήρας , ὅκως μήτε φόνος γένηται , αὐτός τε ὑπεδέκετο σφέας ἐξάξειν ἐκ τῆς χώρης . συγχωρησάντων
δὲ τῇ γνώμῃ τῶν Λακεδαιμονίων , τρισὶ τριηκοντέροισι ἐς τοὺς Μεμβιάρου ἀπογόνους ἔπλωσε , οὔτι πάντας ἄγων τοὺς Μινύας ἀλλʼ ὀλίγους τινάς . οἱ
γὰρ πλεῦνες αὐτῶν ἐτράποντο ἐς τοὺς Παρωρεάτας καὶ Καύκωνας , τούτους δὲ ἐξελάσαντες ἐκ τῆς χώρης σφέας αὐτοὺς ἓξ μοίρας διεῖλον , καὶ ἔπειτα ἔκτισαν πόλιας τάσδε ἐν αὐτοῖσι , Λέπρεον Μάκιστον Φρίξας Πύργον Ἔπιον Νούδιον . τουτέων δὲ τὰς πλεῦνας ἐπʼ ἐμέο Ἠλεῖοι ἐπόρθησαν . τῇ δὲ νήσῳ ἐπὶ τοῦ οἰκιστέω Θήρα ἡ ἐπωνυμίη ἐγένετο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.