πόλιες μὲν αὗται αἳ τὸν Ἄθων νέμονται , ὤρυσσον δὲ ὧδε δασάμενοι τὸν χῶρον οἱ βάρβαροι κατὰ ἔθνεα · κατὰ Σάνην πόλιν σχοινοτενὲς ποιησάμενοι , ἐπείτε ἐγίνετο βαθέα ἡ διῶρυξ , οἳ μὲν κατώτατα ἑστεῶτες ὤρυσσον , ἕτεροι δὲ παρεδίδοσαν τὸν αἰεὶ ἐξορυσσόμενον χοῦν ἄλλοισι κατύπερθε ἑστεῶσι ἐπὶ βάθρων , οἳ δʼ αὖ ἐκδεκόμενοι ἑτέροισι , ἕως ἀπίκοντο ἐς τοὺς ἀνωτάτω · οὗτοι δὲ ἐξεφόρεόν τε καὶ ἐξέβαλλον .
τοῖσι μέν νυν ἄλλοισι πλὴν Φοινίκων καταρρηγνύμενοι οἱ κρημνοὶ τοῦ ὀρύγματος πόνον διπλήσιον παρεῖχον · ἅτε γὰρ τοῦ τε ἄνω στόματος καὶ τοῦ κάτω τὰ αὐτὰ μέτρα ποιευμένων , ἔμελλέ σφι τοιοῦτο ἀποβήσεσθαι . οἱ
δὲ Φοίνικες σοφίην ἔν τε τοῖσι ἄλλοισι ἔργοισι ἀποδείκνυνται καὶ δὴ καὶ ἐν ἐκείνῳ . ἀπολαχόντες γὰρ μόριον ὅσον αὐτοῖσι ἐπέβαλλε , ὤρυσσον τὸ μὲν ἄνω στόμα τῆς διώρυχος ποιεῦντες διπλήσιον ἢ ὅσον ἔδεε αὐτὴν τὴν διώρυχα γενέσθαι , προβαίνοντος δὲ τοῦ ἔργου συνῆγον αἰεί · κάτω τε δὴ ἐγίνετο καὶ ἐξισοῦτο τοῖσι ἄλλοισι τὸ ἔργον . ἐνθαῦτα
λειμών ἐστι , ἵνα σφι ἀγορή τε ἐγίνετο καὶ πρητήριον · σῖτος δέ σφι πολλὸς ἐφοίτα ἐκ τῆς Ἀσίης ἀληλεσμένος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.