οἱ δὲ Ἕλληνες ὡς ἐν Πλαταιῇσι τὴν ληίην διείλοντο , ἔθαπτον τοὺς ἑωυτῶν χωρὶς ἕκαστοι . Λακεδαιμόνιοι μὲν τριξὰς ἐποιήσαντο θήκας · ἔνθα μὲν τοὺς ἰρένας ἔθαψαν , τῶν καὶ Ποσειδώνιος καὶ Ἀμομφάρετος ἦσαν καὶ Φιλοκύων τε καὶ Καλλικράτης .
ἐν μὲν δὴ ἑνὶ τῶν τάφων ἦσαν οἱ ἰρένες , ἐν δὲ τῷ ἑτέρῳ οἱ ἄλλοι Σπαρτιῆται , ἐν δὲ τῷ τρίτῳ οἱ εἵλωτες . οὗτοι μὲν οὕτω ἔθαπτον , Τεγεῆται δὲ χωρὶς πάντας ἁλέας , καὶ Ἀθηναῖοι τοὺς ἑωυτῶν ὁμοῦ , καὶ Μεγαρέες τε καὶ Φλειάσιοι τοὺς ὑπὸ τῆς ἵππου διαφθαρέντας . τούτων
μὲν δὴ πάντων πλήρεες ἐγένοντο οἱ τάφοι · τῶν δὲ ἄλλων ὅσοι καὶ φαίνονται ἐν Πλαταιῇσι ἐόντες τάφοι , τούτους δέ , ὡς ἐγὼ πυνθάνομαι , ἐπαισχυνομένους τῇ ἀπεστοῖ τῆς μάχης ἑκάστους χώματα χῶσαι κεινὰ τῶν ἐπιγινομένων εἵνεκεν ἀνθρώπων , ἐπεὶ καὶ Αἰγινητέων ἐστὶ αὐτόθι καλεόμενος τάφος , τὸν ἐγὼ ἀκούω καὶ δέκα ἔτεσι ὕστερον μετὰ ταῦτα δεηθέντων τῶν Αἰγινητέων χῶσαι Κλεάδην τὸν Αὐτοδίκου ἄνδρα Πλαταιέα , πρόξεινον ἐόντα αὐτῶν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.