πρώτῃ δὲ Φωκαίῃ Ἰωνίης ἐπεχείρησε . οἱ δὲ Φωκαιέες οὗτοι ναυτιλίῃσι μακρῇσι πρῶτοι Ἑλλήνων ἐχρήσαντο , καὶ τὸν τε Ἀδρίην καὶ τὴν Τυρσηνίην καὶ τὴν Ἰβηρίην καὶ τὸν Ταρτησσὸν οὗτοι εἰσὶ οἱ καταδέξαντες ·
ἐναυτίλλοντο δὲ οὐ στρογγύλῃσι νηυσὶ ἀλλὰ πεντηκοντέροισι . ἀπικόμενοι δὲ ἐς τὸν Ταρτησσὸν προσφιλέες ἐγένοντο τῷ βασιλέι τῶν Ταρτησσίων , τῷ οὔνομα μὲν ἦν , Ἀργανθώνιος , ἐτυράννευσε δὲ Ταρτησσοῦ ὀγδώκοντα ἔτεα , ἐβίωσε δὲ πάντα εἴκοσι καὶ ἑκατόν . τούτῳ
δὴ τῷ ἀνδρὶ προσφιλέες οἱ Φωκαιέες οὕτω δή τι ἐγένοντο ὡς τὰ μὲν πρῶτα σφέας ἐκλιπόντας Ἰωνίην ἐκέλευε τῆς ἑωυτοῦ χώρης οἰκῆσαι ὅκου βούλονται · μετὰ δέ , ὡς τοῦτό γε οὐκ ἔπειθε τοὺς Φωκαιέας , ὁ δὲ πυθόμενος τὸν Μῆδον παρʼ αὐτῶν ὡς αὔξοιτο , ἐδίδου σφι χρήματα τεῖχος περιβαλέσθαι τὴν πόλιν , ἐδίδου
δὲ ἀφειδέως · καὶ γὰρ καὶ ἡ περίοδος τοῦ τείχεος οὐκ ὀλίγοι στάδιοι εἰσί , τοῦτο δὲ πᾶν λίθων μεγάλων καὶ εὖ συναρμοσμένων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.