Θρηίκων δὲ ἔθνος μέγιστον ἐστὶ μετά γε Ἰνδοὺς πάντων ἀνθρώπων · εἰ δὲ ὑπʼ ἑνὸς ἄρχοιτο ἢ φρονέοι κατὰ τὠυτό , ἄμαχόν τʼ ἂν εἴη καὶ πολλῷ κράτιστον πάντων ἐθνέων κατὰ γνώμην τὴν ἐμήν . ἀλλὰ γὰρ τοῦτο ἄπορόν σφι καὶ ἀμήχανον μή κοτε ἐγγένηται , εἰσὶ δὴ κατὰ τοῦτο ἀσθενέες .
οὐνόματα δʼ ἔχουσι πολλὰ κατὰ χώρας ἕκαστοι , νόμοισι δὲ οὗτοι παραπλησίοισι πάντες χρέωνται κατὰ πάντα , πλὴν Γετέων καὶ Τραυσῶν καὶ τῶν κατύπερθε Κρηστωναίων οἰκεόντων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.