οὗτοι μὲν οἱ παραθαλάσσιοι τῶν νομάδων Λιβύων εἰρέαται , ὑπὲρ δὲ τούτων ἐς μεσόγαιαν ἡ θηριώδης ἐστὶ Λιβύη , ὑπὲρ δὲ τῆς θηριώδεος ὀφρύη ψάμμης κατήκει παρατείνουσα ἀπὸ Θηβέων τῶν Αἰγυπτιέων ἐπʼ Ἡρακλέας στήλας .
ἐν δὲ τῇ ὀφρύῃ ταύτῃ μάλιστα διὰ δέκα ἡμερέων ὁδοῦ ἁλός ἐστι τρύφεα κατὰ χόνδρους μεγάλους ἐν κολωνοῖσι , καὶ ἐν κορυφῇσι ἑκάστου τοῦ κολωνοῦ ἀνακοντίζει ἐκ μέσου τοῦ ἁλὸς ὕδωρ ψυχρὸν καὶ γλυκύ , περὶ δὲ αὐτὸν ἄνθρωποι οἰκέουσι ἔσχατοι πρὸς τῆς ἐρήμου καὶ ὑπὲρ τῆς θηριώδεος , πρῶτοι μὲν ἀπὸ Θηβέων διὰ δέκα ἡμερέων ὁδοῦ Ἀμμώνιοι , ἔχοντες τὸ ἱρὸν ἀπὸ τοῦ Θηβαιέος Διός · καὶ γὰρ τὸ ἐν Θήβῃσι , ὡς καὶ πρότερον εἴρηταί μοι , κριοπρόσωπον τοῦ Διὸς τὤγαλμα ἐστί . τυγχάνει
δὲ καὶ ἄλλο σφι ὕδωρ κρηναῖον ἐὸν , τὸ τὸν μὲν ὄρθρον γίνεται χλιαρόν , ἀγορῆς δὲ πληθυούσης ψυχρότερον , μεσαμβρίη τε ἐστὶ καὶ τὸ κάρτα γίνεται ψυχρόν · τηνικαῦτα
δὲ ἄρδουσι τοὺς κήπους · ἀποκλινομένης δὲ τῆς ἡμέρης ὑπίεται τοῦ ψυχροῦ , ἐς οὗ δύεταί τε ὁ ἥλιος καὶ τὸ ὕδωρ γίνεται χλιαρόν . ἐπὶ δὲ μᾶλλον ἰὸν ἐς τὸ θερμὸν ἐς μέσας νύκτας πελάζει , τηνικαῦτα δὲ ζέει ἀμβολάδην · παρέρχονται τε μέσαι νύκτες καὶ ψύχεται μέχρι ἐς ἠῶ . ἐπίκλησιν δὲ αὕτη ἡ κρήνη καλέεται ἡλίου .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.