νόῳ δὲ λαβὼν ὁ Θεμιστοκλέης ὡς εἰ ἀπορραγείη ἀπὸ τοῦ βαρβάρου τό τε Ἰωνικὸν φῦλον καὶ τὸ Καρικόν , οἷοί τε εἴησαν ἂν τῶν λοιπῶν κατύπερθε γενέσθαι , ἐλαυνόντων τῶν Εὐβοέων πρόβατα ἐπὶ τὴν θάλασσαν ταύτην , συλλέξας τοὺς στρατηγοὺς ἔλεγέ σφι ὡς δοκέοι ἔχειν τινὰ παλάμην , τῇ ἐλπίζοι τῶν βασιλέος συμμάχων ἀποστήσειν τοὺς ἀρίστους .
ταῦτα μέν νυν ἐς τοσοῦτο παρεγύμνου , ἐπὶ δὲ τοῖσι κατήκουσι πρήγμασι τάδε ποιητέα σφι εἶναι ἔλεγε , τῶν τε προβάτων τῶν Εὐβοϊκῶν καταθύειν ὅσα τις ἐθέλοι · κρέσσον γὰρ εἶναι τὴν στρατιὴν ἔχειν ἢ τοὺς πολεμίους · παραίνεέ τε προειπεῖν τοῖσι ἑωυτῶν ἑκάστους πῦρ ἀνακαίειν · κομιδῆς δὲ πέρι τὴν ὥρην αὐτῷ μελήσειν , ὥστε ἀσινέας ἀπικέσθαι ἐς τὴν Ἑλλάδα . ταῦτα ἤρεσέ σφι ποιέειν , καὶ αὐτίκα πῦρ ἀνακαυσάμενοι ἐτράποντο πρὸς τὰ πρόβατα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.