ἐξήλασε μὲν οὕτω ἐκ Σαρδίων Ξέρξης , μετεκβαίνεσκε δέ , ὅκως μιν λόγος αἱρέοι , ἐκ τοῦ ἅρματος ἐς ἁρμάμαξαν . αὐτοῦ δὲ ὄπισθε αἰχμοφόροι Περσέων οἱ ἄριστοί τε καὶ γενναιότατοι χίλιοι , κατὰ νόμον τὰς λόγχας ἔχοντες , μετὰ δὲ ἵππος ἄλλη χιλίη ἐκ Περσέων ἀπολελεγμένη , μετὰ δὲ τὴν ἵππον ἐκ τῶν λοιπῶν Περσέων ἀπολελεγμένοι μύριοι . οὗτος πεζὸς ἦν ·
καὶ τούτων χίλιοι μὲν ἐπὶ τοῖσι δόρασι ἀντὶ τῶν σαυρωτήρων ῥοιὰς εἶχον χρυσέας καὶ πέριξ συνεκλήιον τοὺς ἄλλους , οἱ δὲ εἰνακισχίλιοι ἐντὸς τούτων ἐόντες ἀργυρέας ῥοιὰς εἶχον · εἶχον δὲ χρυσέας ῥοιὰς καὶ οἱ ἐς τὴν γῆν τρέποντες τὰς λόγχας , καὶ μῆλα οἱ ἄγχιστα ἑπόμενοι Ξέρξῃ . τοῖσι δὲ μυρίοισι ἐπετέτακτο ἵππος Περσέων μυρίη . μετὰ δὲ τὴν ἵππον διέλειπε καὶ δύο σταδίους , καὶ ἔπειτα ὁ λοιπὸς ὅμιλος ἤιε ἀναμίξ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.