ταῦτα ἐπαγγειλαμένου , μετὰ ταῦτα οὐδὲν ἐγίνετο πλοίων σπανιώτερον · οὕτω πολλοὶ ἤθελον θεήσασθαι . διαπεραιωθέντες δὲ ἐθηεῦντο διεξιόντες τοὺς νεκρούς · πάντες δὲ ἠπιστέατο τοὺς κειμένους εἶναι πάντας Λακεδαιμονίους καὶ Θεσπιέας , ὁρῶντες καὶ τοὺς εἵλωτας .
οὐ μὲν οὐδʼ ἐλάνθανε τοὺς διαβεβηκότας Ξέρξης ταῦτα πρήξας περὶ τοὺς νεκροὺς τοὺς ἑωυτοῦ · καὶ γὰρ δὴ καὶ γελοῖον ἦν · τῶν μὲν χίλιοι ἐφαίνοντο νεκροὶ κείμενοι , οἳ δὲ πάντες ἐκέατο ἁλέες συγκεκομισμένοι ἐς τὠυτὸ χωρίον , τέσσερες χιλιάδες . ταύτην
μὲν τὴν ἡμέρην πρὸς θέην ἐτράποντο , τῇ δʼ ὑστεραίῃ οἳ μὲν ἀπέπλεον ἐς Ἱστιαίην ἐπὶ τὰς νέας , οἱ δὲ ἀμφὶ Ξέρξην ἐς ὁδὸν ὁρμέατο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.