φαίνονται μὲν γὰρ ἐόντες οἱ Κόλχοι Αἰγύπτιοι , νοήσας δὲ πρότερον αὐτὸς ἢ ἀκούσας ἄλλων λέγω . ὡς δέ μοι ἐν φροντίδι ἐγένετο , εἰρόμην ἀμφοτέρους , καὶ μᾶλλον οἱ Κόλχοι ἐμεμνέατο τῶν Αἰγυπτίων ἢ οἱ Αἰγύπτιοι τῶν Κόλχων ·
νομίζειν δʼ ἔφασαν οἱ Αἰγύπτιοι τῆς Σεσώστριος στρατιῆς εἶναι τοὺς Κόλχους . αὐτὸς δὲ εἴκασα τῇδε , καὶ ὅτι μελάγχροες εἰσὶ καὶ οὐλότριχες . καὶ τοῦτο μὲν ἐς οὐδὲν ἀνήκει · εἰσὶ γὰρ καὶ ἕτεροι τοιοῦτοι · ἀλλὰ τοῖσιδε καὶ μᾶλλον , ὅτι μοῦνοι πάντων ἀνθρώπων Κόλχοι καὶ Αἰγύπτιοι καὶ Αἰθίοπες περιτάμνονται ἀπʼ ἀρχῆς τὰ αἰδοῖα . Φοίνικες
δὲ καὶ Σύροι οἱ ἐν τῇ Παλαιστίνῃ καὶ αὐτοὶ ὁμολογέουσι παρʼ Αἰγυπτίων μεμαθηκέναι , Σύριοι δὲ οἱ περὶ Θερμώδοντα καὶ Παρθένιον ποταμὸν καὶ Μάκρωνες οἱ τούτοισι ἀστυγείτονες ἐόντες ἀπὸ Κόλχων φασὶ νεωστὶ μεμαθηκέναι . οὗτοι γὰρ εἰσὶ οἱ περιταμνόμενοι ἀνθρώπων μοῦνοι , καὶ οὗτοι Αἰγυπτίοισι φαίνονται ποιεῦντες κατὰ ταὐτά . αὐτῶν
δὲ Αἰγυπτίων καὶ Αἰθιόπων οὐκ ἔχω εἰπεῖν ὁκότεροι παρὰ τῶν ἑτέρων ἐξέμαθον · ἀρχαῖον γὰρ δή τι φαίνεται ἐόν . ὡς δὲ ἐπιμισγόμενοι Αἰγύπτῳ ἐξέμαθον , μέγα μοι καὶ τόδε τεκμήριον γίνεται · Φοινίκων ὁκόσοι τῇ Ἑλλάδι ἐπιμίσγονται , οὐκέτι Αἰγυπτίους μιμέονται κατὰ τὰ αἰδοῖα . ἀλλὰ τῶν ἐπιγινομένων οὐ περιτάμνουσι τὰ αἰδοῖα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.