αὐτῶν δὲ δὴ Αἰγυπτίων οἳ μὲν περὶ τὴν σπειρομένην Αἴγυπτον οἰκέουσι , μνήμην ἀνθρώπων πάντων ἐπασκέοντες μάλιστα λογιώτατοι εἰσὶ μακρῷ τῶν ἐγὼ ἐς διάπειραν ἀπικόμην ,
τρόπῳ δὲ ζόης τοιῷδε διαχρέωνται · συρμαΐζουσι τρεῖς ἡμέρας ἐπεξῆς μηνὸς ἑκάστου , ἐμέτοισι θηρώμενοι τὴν ὑγιείην καὶ κλύσμασι , νομίζοντες ἀπὸ τῶν τρεφόντων σιτίων πάσας τὰς νούσους τοῖσι ἀνθρώποισι γίνεσθαι . εἰσὶ
μὲν γὰρ καὶ ἄλλως Αἰγύπτιοι μετὰ Λίβυας ὑγιηρέστατοι πάντων ἀνθρώπων τῶν ὡρέων δοκέειν ἐμοὶ εἵνεκα , ὅτι οὐ μεταλλάσσουσι αἱ ὧραι · ἐν γὰρ τῇσι μεταβολῇσι τοῖσι ἀνθρώποισι αἱ νοῦσοι μάλιστα γίνονται τῶν τε ἄλλων πάντων καὶ δὴ καὶ τῶν ὡρέων μάλιστα . ἀρτοφαγέουσι
δὲ ἐκ τῶν ὀλυρέων ποιεῦντες ἄρτους , τοὺς ἐκεῖνοι κυλλήστις ὀνομάζουσι . οἴνῳ δὲ ἐκ κριθέων πεποιημένῳ διαχρέωνται · οὐ γάρ σφι εἰσὶ ἐν τῇ χώρῃ ἄμπελοι . ἰχθύων δὲ τοὺς μὲν πρὸς ἥλιον αὐήναντες ὠμοὺς σιτέονται , τοὺς δὲ ἐξ ἅλμης τεταριχευμένους . ὀρνίθων
δὲ τούς τε ὄρτυγας καὶ τὰς νήσσας καὶ τὰ μικρὰ τῶν ὀρνίθων ὠμὰ σιτέονται προταριχεύσαντες . τὰ δὲ ἄλλα ὅσα ἢ ὀρνίθων ἢ ἰχθύων σφι ἐστὶ ἐχόμενα , χωρὶς ἢ ὁκόσοι σφι ἱροὶ ἀποδεδέχαται , τοὺς λοιποὺς ὀπτοὺς καὶ ἑφθοὺς σιτέονται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.