Δαρεῖος μὲν ταῦτα ἐπειρώτα , τῷ δὲ ἄνδρες τριήκοντα ὑπέστησαν , αὐτὸς ἕκαστος ἐθέλων ποιέειν ταῦτα . ἐρίζοντας δὲ Δαρεῖος κατελάμβανε κελεύων πάλλεσθαι · παλλομένων δὲ λαγχάνει ἐκ πάντων Βαγαῖος ὁ Ἀρτόντεω ·
λαχὼν δὲ ὁ Βαγαῖος ποιέει τάδε · βυβλία γραψάμενος πολλὰ καὶ περὶ πολλῶν ἔχοντα πρηγμάτων σφρηγῖδά σφι ἐπέβαλε τὴν Δαρείου , μετὰ δὲ ἤιε ἔχων ταῦτα ἐς τὰς Σάρδις . ἀπικόμενος
δὲ καὶ Ὀροίτεω ἐς ὄψιν ἐλθών , τῶν βυβλίων ἓν ἕκαστον περιαιρεόμενος ἐδίδου τῷ γραμματιστῇ τῷ βασιληίῳ ἐπιλέγεσθαι · γραμματιστὰς δὲ βασιληίους οἱ πάντες ὕπαρχοι ἔχουσι · ἀποπειρώμενος δὲ τῶν δορυφόρων ἐδίδου τὰ βυβλία ὁ Βαγαῖος , εἰ ἐνδεξαίατο ἀπόστασιν ἀπὸ Ὀροίτεω . ὁρέων
δὲ σφέας τά τε βυβλία σεβομένους μεγάλως καὶ τὰ λεγόμενα ἐκ τῶν βυβλίων ἔτι μεζόνως , διδοῖ ἄλλο ἐν τῷ ἐνῆν ἔπεα τάδε · ὦ Πέρσαι , βασιλεὺς Δαρεῖος ἀπαγορεύει ὑμῖν μὴ δορυφορέειν Ὀροίτεα . οἳ δὲ ἀκούσαντες τούτων μετῆκάν οἱ τὰς αἰχμάς . ἰδὼν
δὲ τοῦτο σφέας ὁ Βαγαῖος πειθομένους τῷ βυβλίῳ , ἐνθαῦτα δὴ θαρσήσας τὸ τελευταῖον τῶν βυβλίων διδοῖ τῷ γραμματιστῇ , ἐν τῷ ἐγέγραπτο βασιλεὺς Δαρεῖος Πέρσῃσι τοῖσι ἐν Σάρδισι ἐντέλλεται κτείνειν Ὀροίτεα . οἱ δὲ δορυφόροι ὡς ἤκουσαν ταῦτα , σπασάμενοι τοὺς ἀκινάκας κτείνουσι παραυτίκα μιν , οὕτω δὴ Ὀροίτεα τὸν Πέρσην Πολυκράτεος τοῦ Σαμίου τίσιες μετῆλθον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.