Μῆδοι δὲ τὴν αὐτὴν ταύτην ἐσταλμένοι ἐστρατεύοντο · Μηδικὴ γὰρ αὕτη ἡ σκευή ἐστι καὶ οὐ Περσική . οἱ δὲ Μῆδοι ἄρχοντα μὲν παρείχοντο Τιγράνην ἄνδρα Ἀχαιμενίδην , ἐκαλέοντο δὲ πάλαι πρὸς πάντων Ἄριοι , ἀπικομένης δὲ Μηδείης τῆς Κολχίδος ἐξ Ἀθηνέων ἐς τοὺς Ἀρίους τούτους μετέβαλον καὶ οὗτοι τὸ οὔνομα . αὐτοὶ περὶ σφέων ὧδε λέγουσι Μῆδοι .
Κίσσιοι δὲ στρατευόμενοι τὰ μὲν ἄλλα κατά περ Πέρσαι ἐσκευάδατο , ἀντὶ δὲ τῶν πίλων μιτρηφόροι ἦσαν . Κισσίων δὲ ἦρχε Ἀνάφης ὁ Ὀτάνεω . Ὑρκάνιοι δὲ κατά περ Πέρσαι ἐσεσάχατο , ἡγεμόνα παρεχόμενοι Μεγάπανον τὸν Βαβυλῶνος ὕστερον τούτων ἐπιτροπεύσαντα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.