Ζωπύρου δὲ οὐδεὶς ἀγαθοεργίην Περσέων ὑπερεβάλετο παρὰ Δαρείῳ κριτῇ οὔτε τῶν ὕστερον γενομένων οὔτε τῶν πρότερον , ὅτι μὴ Κῦρος μοῦνος · τούτῳ γὰρ οὐδεὶς Περσέων ἠξίωσέ κω ἑωυτὸν συμβαλεῖν . πολλάκις δὲ Δαρεῖον λέγεται γνώμην τήνδε ἀποδέξασθαι , ὡς βούλοιτο ἂν Ζώπυρον εἶναι ἀπαθέα τῆς ἀεικείης μᾶλλον ἢ Βαβυλῶνάς οἱ εἴκοσι πρὸς τῇ ἐούσῃ προσγενέσθαι .
ἐτίμησε δέ μιν μεγάλως · καὶ γὰρ δῶρά οἱ ἀνὰ πᾶν ἔτος ἐδίδου ταῦτα τὰ Πέρσῃσι ἐστὶ τιμιώτατα , καὶ τὴν Βαβυλῶνά οἱ ἔδωκε ἀτελέα νέμεσθαι μέχρι τῆς ἐκείνου ζόης , καὶ ἄλλα πολλὰ ἐπέδωκε . Ζωπύρου δὲ τούτου γίνεται Μεγάβυζος , ὃς ἐν Αἰγύπτῳ ἀντία Ἀθηναίων καὶ τῶν συμμάχων ἐστρατήγησε · Μεγαβύζου δὲ τούτου γίνεται Ζώπυρος , ὃς ἐς Ἀθήνας ηὐτομόλησε ἐκ Περσέων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.