ἄλλοι δὲ τῶν Ἰνδῶν πρὸς ἠῶ οἰκέοντες τούτων νομάδες εἰσὶ κρεῶν ἐδεσταὶ ὠμῶν , καλέονται δὲ Παδαῖοι , νομαίοισι δὲ τοιοῖσιδε λέγονται χρᾶσθαι · ὃς ἂν κάμῃ τῶν ἀστῶν , ἤν τε γυνὴ ἤν τε ἀνήρ , τὸν μὲν ἄνδρα ἄνδρες οἱ μάλιστά οἱ ὁμιλέοντες κτείνουσι , φάμενοι αὐτὸν τηκόμενον τῇ νούσῳ τὰ κρέα σφίσι διαφθείρεσθαι · ὁ δὲ ἄπαρνος ἐστὶ μὴ μὲν νοσέειν , οἱ δὲ οὐ συγγινωσκόμενοι ἀποκτείναντες κατευωχέονται .
ἣ δὲ ἂν γυνὴ κάμῃ , ὡσαύτως αἱ ἐπιχρεώμεναι μάλιστα γυναῖκες ταὐτὰ τοῖσι ἀνδράσι ποιεῦσι . τὸν γὰρ δὴ ἐς γῆρας ἀπικόμενον θύσαντες κατευωχέονται · ἐς δὲ τούτου λόγον οὐ πολλοί τινες αὐτῶν ἀπικνέονται · πρὸ γὰρ τοῦ τὸν ἐς νοῦσον πίπτοντα πάντα κτείνουσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.