ἡ δὲ Αἰγιναίη , τῆς ἐτριηράρχεε Ἀσωνίδης , καὶ τινά σφι θόρυβον παρέσχε , Πυθέω τοῦ Ἰσχενόου ἐπιβατεύοντος , ἀνδρὸς ἀρίστου γενομένου ταύτην τὴν ἡμέρην · ὃς ἐπειδὴ ἡ νηῦς ἡλίσκετο ἐς τοῦτο ἀντεῖχε μαχόμενος ἐς ὃ κατεκρεουργήθη ἅπας .
ὡς δὲ πεσὼν οὐκ ἀπέθανε ἀλλʼ ἦν ἔμπνοος , οἱ Πέρσαι , οἵ περ ἐπεβάτευον ἐπὶ τῶν νεῶν , διʼ ἀρετὴν τὴν ἐκείνου περιποιῆσαί μιν περὶ πλείστου ἐποιήσαντο , σμύρνῃσί τε ἰώμενοι τὰ ἕλκεα καὶ σινδόνος βυσσίνης τελαμῶσι κατειλίσσοντες · καί
μιν , ὡς ὀπίσω ἀπίκοντο ἐς τὸ ἑωυτῶν στρατόπεδον , ἐπεδείκνυσαν ἐκπαγλεόμενοι πάσῃ τῇ στρατιῇ περιέποντες εὖ . τοὺς δὲ ἄλλους τοὺς ἔλαβον ἐν τῇ νηὶ ταύτῃ περιεῖπον ὡς ἀνδράποδα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.