ταῦτα μέν νυν ὁ Σικυώνιος Κλεισθένης ἐπεποιήκεε · ὁ δὲ δὴ Ἀθηναῖος Κλεισθένης ἐὼν τοῦ Σικυωνίου τούτου θυγατριδέος καὶ τὸ οὔνομα ἐπὶ τούτου ἔχων , δοκέειν ἐμοὶ καὶ οὗτος ὑπεριδὼν Ἴωνας , ἵνα μὴ σφίσι αἱ αὐταὶ ἔωσι φυλαὶ καὶ Ἴωσι , τὸν ὁμώνυμον Κλεισθένεα ἐμιμήσατο .
ὡς γὰρ δὴ τὸν Ἀθηναίων δῆμον πρότερον ἀπωσμένον τότε πάντων πρὸς τὴν ἑωυτοῦ μοῖραν προσεθήκατο , τὰς φυλὰς μετωνόμασε καὶ ἐποίησε πλεῦνας ἐξ ἐλασσόνων · δέκα τε δὴ φυλάρχους ἀντὶ τεσσέρων ἐποίησε , δέκαχα καὶ τοὺς δήμους κατένειμε ἐς τὰς φυλάς · ἦν τε τὸν δῆμον προσθέμενος πολλῷ κατύπερθε τῶν ἀντιστασιωτέων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.