Σόλων μὲν δὴ εὐδαιμονίης δευτερεῖα ἔνεμε τούτοισι , Κροῖσος δὲ σπερχθεὶς εἶπε ὦ ξεῖνε Ἀθηναῖε , ἡ δʼ ἡμετέρη εὐδαιμονίη οὕτω τοι ἀπέρριπται ἐς τὸ μηδὲν ὥστε οὐδὲ ἰδιωτέων ἀνδρῶν ἀξίους ἡμέας ἐποίησας ; ὁ δὲ εἶπε ὦ Κροῖσε , ἐπιστάμενόν με τὸ θεῖον πᾶν ἐὸν φθονερόν τε καὶ ταραχῶδες ἐπειρωτᾷς ἀνθρωπηίων πρηγμάτων πέρι .
ἐν γὰρ τῷ μακρῷ χρόνῳ πολλὰ μὲν ἐστὶ ἰδεῖν τὰ μή τις ἐθέλει , πολλὰ δὲ καὶ παθεῖν . ἐς γὰρ ἑβδομήκοντα ἔτεα οὖρον τῆς ζόης ἀνθρώπῳ προτίθημι .
οὗτοι ἐόντες ἐνιαυτοὶ ἑβδομήκοντα παρέχονται ἡμέρας διηκοσίας καὶ πεντακισχιλίας καὶ δισμυρίας , ἐμβολίμου μηνὸς μὴ γινομένου · εἰ δὲ δὴ ἐθελήσει τοὔτερον τῶν ἐτέων μηνὶ μακρότερον γίνεσθαι , ἵνα δὴ αἱ ὧραι συμβαίνωσι παραγινόμεναι ἐς τὸ δέον , μῆνες μὲν παρὰ τὰ ἑβδομήκοντα ἔτεα οἱ ἐμβόλιμοι γίνονται τριήκοντα πέντε , ἡμέραι δὲ ἐκ τῶν μηνῶν τούτων χίλιαι πεντήκοντα .
τουτέων τῶν ἁπασέων ἡμερέων τῶν ἐς τὰ ἑβδομήκοντα ἔτεα , ἐουσέων πεντήκοντα καὶ διηκοσιέων καὶ ἑξακισχιλιέων καὶ δισμυριέων , ἡ ἑτέρη αὐτέων τῇ ἑτέρῃ ἡμέρῃ τὸ παράπαν οὐδὲν ὅμοιον προσάγει πρῆγμα . οὕτω ὦν Κροῖσε πᾶν ἐστὶ ἄνθρωπος συμφορή .
ἐμοὶ δὲ σὺ καὶ πλουτέειν μέγα φαίνεαι καὶ βασιλεὺς πολλῶν εἶναι ἀνθρώπων · ἐκεῖνο δὲ τὸ εἴρεό με , οὔκω σε ἐγὼ λέγω , πρὶν τελευτήσαντα καλῶς τὸν αἰῶνα πύθωμαι . οὐ γάρ τι ὁ μέγα πλούσιος μᾶλλον τοῦ ἐπʼ ἡμέρην ἔχοντος ὀλβιώτερος ἐστί , εἰ μή οἱ τύχη ἐπίσποιτο πάντα καλὰ ἔχοντα εὖ τελευτῆσαὶ τὸν βίον . πολλοὶ μὲν γὰρ ζάπλουτοι ἀνθρώπων ἀνόλβιοι εἰσί , πολλοὶ δὲ μετρίως ἔχοντες βίου εὐτυχέες .
ὁ μὲν δὴ μέγα πλούσιος ἀνόλβιος δὲ δυοῖσι προέχει τοῦ εὐτυχέος μοῦνον , οὗτος δὲ τοῦ πλουσίου καὶ ἀνόλβου πολλοῖσι · ὃ μὲν ἐπιθυμίην ἐκτελέσαι καί ἄτην μεγάλην προσπεσοῦσαν ἐνεῖκαι δυνατώτερος , ὁ δὲ τοῖσιδε προέχει ἐκείνου · ἄτην μὲν καὶ ἐπιθυμίην οὐκ ὁμοίως δυνατὸς ἐκείνῳ ἐνεῖκαι , ταῦτα δὲ ἡ εὐτυχίη οἱ ἀπερύκει , ἄπηρος δὲ ἐστί , ἄνουσος , ἀπαθὴς κακῶν , εὔπαις , εὐειδής .
εἰ δὲ πρὸς τούτοισι ἔτι τελευτήσῃ τὸν βίον εὖ , οὗτος ἐκεῖνος τὸν σὺ ζητέεις , ὁ ὄλβιος κεκλῆσθαι ἄξιος ἐστί · πρὶν δʼ ἂν τελευτήσῃ , ἐπισχεῖν , μηδὲ καλέειν κω ὄλβιον ἀλλʼ εὐτυχέα .
τὰ πάντα μέν νυν ταῦτα συλλαβεῖν ἄνθρωπον ἐόντα ἀδύνατον ἐστί , ὥσπερ χωρῇ οὐδεμία καταρκέει πάντα ἑωυτῇ παρέχουσα , ἀλλὰ ἄλλο μὲν ἔχει ἑτέρου δὲ ἐπιδέεται · ἣ δὲ ἂν τὰ πλεῖστα ἔχῃ , αὕτη ἀρίστη . ὣς δὲ καὶ ἀνθρώπου σῶμα ἓν οὐδὲν αὔταρκες ἐστί · τὸ μὲν γὰρ ἔχει , ἄλλου δὲ ἐνδεές ἐστι ·
ὃς δʼ ἂν αὐτῶν πλεῖστα ἔχων διατελέῃ καὶ ἔπειτα τελευτήσῃ εὐχαρίστως τὸν βίον , οὗτος παρʼ ἐμοὶ τὸ οὔνομα τοῦτο ὦ βασιλεῦ δίκαιος ἐστὶ φέρεσθαι . σκοπέειν δὲ χρὴ παντὸς χρήματος τὴν τελευτήν , κῇ ἀποβήσεται · πολλοῖσι γὰρ δὴ ὑποδέξας ὄλβον ὁ θεὸς προρρίζους ἀνέτρεψε .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.