πρῶτον μὲν δὴ λέγουσι Καμβύσῃ τῶν κακῶν ἄρξαι τοῦτο · δεύτερα δὲ ἐξεργάσατο τὴν ἀδελφεὴν ἑσπομένην οἱ ἐς Αἴγυπτον , τῇ καὶ συνοίκεε καὶ ἦν οἱ ἀπʼ ἀμφοτέρων ἀδελφεή .
ἔγημε δὲ αὐτὴν ὧδε · οὐδαμῶς γὰρ ἐώθεσαν πρότερον τῇσι ἀδελφεῇσι συνοικέειν Πέρσαι . ἠράσθη μιῆς τῶν ἀδελφεῶν Καμβύσης , καὶ ἔπειτα βουλόμενος αὐτὴν γῆμαι , ὅτι οὐκ ἐωθότα ἐπενόεε ποιήσειν , εἴρετο καλέσας τοὺς βασιληίους δικαστὰς εἴ τις ἐστὶ κελεύων νόμος τὸν βουλόμενον ἀδελφεῇ συνοικέειν . οἱ
δὲ βασιλήιοι δικασταὶ κεκριμένοι ἄνδρες γίνονται Περσέων , ἐς οὗ ἀποθάνωσι ἤ σφι παρευρεθῇ τι ἄδικον , μέχρι τούτου · οὗτοι δὲ τοῖσι πέρσῃσι δίκας δικάζουσι καὶ ἐξηγηταὶ τῶν πατρίων θεσμῶν γίνονται , καὶ πάντα ἐς τούτους ἀνακέεται . εἰρομένου
ὦν τοῦ Καμβύσεω , ὑπεκρίνοντο αὐτῷ οὗτοι καὶ δίκαια καὶ ἀσφαλέα , φάμενοι νόμον οὐδένα ἐξευρίσκειν ὃς κελεύει ἀδελφεῇ συνοικέειν ἀδελφεόν , ἄλλον μέντοι ἐξευρηκέναι νόμον , τῷ βασιλεύοντι Περσέων ἐξεῖναι ποιέειν τὸ ἂν βούληται . οὕτω
οὔτε τὸν νόμον ἔλυσαν δείσαντες Καμβύσεα , ἵνα τε μὴ αὐτοὶ ἀπόλωνται τὸν νόμον περιστέλλοντες , παρεξεῦρον ἄλλον νόμον σύμμαχον τῷ θέλοντι γαμέειν ἀδελφεάς . τότε
μὲν δὴ ὁ Καμβύσης ἔγημε τὴν ἐρωμένην , μετὰ μέντοι οὐ πολλὸν χρόνον ἔσχε ἄλλην ἀδελφεήν . τουτέων δῆτα τὴν νεωτέρην ἐπισπομένην οἱ ἐπʼ Αἴγυπτον κτείνει .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.