τὰ μὲν χρηστήρια ταῦτά σφι ἐχρήσθη , οἱ δὲ Ἀπολλωνιῆται ἀπόρρητα ποιησάμενοι προέθεσαν τῶν ἀστῶν ἀνδράσι διαπρῆξαι . οἳ δέ σφι διέπρηξαν ὧδε · κατημένου Εὐηνίου ἐν θώκῳ ἐλθόντες οἱ παρίζοντο καὶ λόγους ἄλλους ἐποιεῦντο , ἐς ὃ κατέβαινον συλλυπεύμενοι τῷ πάθεϊ · ταύτῃ δὲ ὑπάγοντες εἰρώτων τίνα δίκην ἂν ἕλοιτο , εἰ ἐθέλοιεν Ἀπολλωνιῆται δίκας ὑποστῆναι δώσειν τῶν ἐποίησαν .
ὁ δὲ οὐκ ἀκηκοὼς τὸ θεοπρόπιον εἵλετο εἴπας εἴ τις οἱ δοίη ἀγρούς , τῶν ἀστῶν ὀνομάσας τοῖσι ἠπίστατο εἶναι καλλίστους δύο κλήρους τῶν ἐν τῇ Ἀπολλωνίῃ , καὶ οἴκησιν πρὸς τούτοισι τὴν ᾔδεε καλλίστην ἐοῦσαν τῶν ἐν πόλι · τούτων δὲ ἔφη ἐπήβολος γενόμενος τοῦ λοιποῦ ἀμήνιτος εἶναι , καὶ δίκην οἱ ταύτην ἀποχρᾶν γενομένην . καὶ
ὃ μὲν ταῦτα ἔλεγε , οἳ δὲ πάρεδροι εἶπαν ὑπολαβόντες Εὐήνιε , ταύτην δίκην Ἀπολλωνιῆται τῆς ἐκτυφλώσιος ἐκτίνουσί τοι κατὰ θεοπρόπια τὰ γενόμενα . ὃ μὲν δὴ πρὸς ταῦτα δεινὰ ἐποίεε , τὸ ἐνθεῦτεν πυθόμενος τὸν πάντα λόγον , ὡς ἐξαπατηθείς · οἳ δὲ πριάμενοι παρὰ τῶν ἐκτημένων διδοῦσί οἱ τὰ εἵλετο . καὶ μετὰ ταῦτα αὐτίκα ἔμφυτον μαντικὴν εἶχε , ὥστε καὶ ὀνομαστὸς γενέσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.