Βουδίνων δὲ κατύπερθε πρὸς βορέην ἐστὶ πρώτη μὲν ἔρημος ἐπʼ ἡμερέων ἑπτὰ ὁδόν , μετὰ δὲ τὴν ἔρημον ἀποκλίνοντι μᾶλλον πρὸς ἀπηλιώτην ἄνεμον νέμονται Θυσσαγέται , ἔθνος πολλὸν καὶ ἴδιον · ζῶσι δὲ ἀπὸ θήρης . συνεχέες
δὲ τούτοισι ἐν τοῖσι αὐτοῖσι τόποισι κατοικημένοι εἰσὶ τοῖσι οὔνομα κεῖται Ἰύρκαι , καὶ οὗτοι ἀπὸ θήρης ζῶντες τρόπῳ τοιῷδε · λοχᾷ ἐπὶ δένδρεον ἀναβάς , τὰ δὲ ἐστὶ πυκνὰ ἀνὰ πᾶσαν τὴν χώρην · ἵππος δὲ ἑκάστῳ δεδιδαγμένος ἐπὶ γαστέρα κεῖσθαι ταπεινότητος εἵνεκα ἕτοιμος ἐστὶ καὶ κύων · ἐπεὰν δὲ ἀπίδῃ τὸ θηρίον ἀπὸ τοῦ δενδρέου , τοξεύσας ἐπιβὰς ἐπὶ τὸν ἵππον διώκει , καὶ ὁ κύων ἔχεται , ὑπὲρ
δὲ τούτων τὸ πρὸς τὴν ἠῶ ἀποκλίνοντι οἰκέουσι Σκύθαι ἄλλοι , ἀπὸ τῶν βασιληίων Σκυθέων ἀποστάντες καὶ οὕτω ἀπικόμενοι ἐς τοῦτον τὸν χῶρον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.