καὶ Βαβυλὼν μὲν οὕτω τότε πρῶτον ἀραίρητο . τὴν δὲ δύναμιν τῶν Βαβυλωνίων πολλοῖσι μὲν καὶ ἄλλοισι δηλώσω ὅση τις ἐστί , ἐν δὲ δὴ καὶ τῷδε . βασιλέι τῷ μεγάλῳ ἐς τροφὴν αὐτοῦ τε καὶ τῆς στρατιῆς διαραίρηται , πάρεξ τοῦ φόρου , γῆ πᾶσα ὅσης ἄρχει · δυώδεκα ὦν μηνῶν ἐόντων ἐς τὸν ἐνιαυτὸν τοὺς τέσσερας μῆνας τρέφει μιν ἡ Βαβυλωνίη χωρῇ , τοὺς δὲ ὀκτὼ τῶν μηνῶν ἡ λοιπὴ πᾶσα Ἀσίη .
οὕτω τριτημορίη ἡ Ἀσσυρίη χώρη τῇ δυνάμι τῆς ἄλλης Ἀσίης . καὶ ἡ ἀρχὴ τῆς χώρης ταύτης , τὴν οἱ Πέρσαι σατραπηίην καλέουσι , ἐστὶ ἁπασέων τῶν ἀρχέων πολλόν τι κρατίστη , ὅκου Τριτανταίχμῃ τῷ Ἀρταβάζου ἐκ βασιλέος ἔχοντι τὸν νομὸν τοῦτον ἀργυρίου μὲν προσήιε ἑκάστης ἡμέρης ἀρτάβη μεστή . ἡ
δὲ ἀρτάβη , μέτρον ἐὸν Περσικόν , χωρέει μεδίμνου Ἀττικοῦ πλέον χοίνιξι τρισὶ Ἀττικῇσι , ἵπποι δὲ οἱ αὐτοῦ ἦσαν ἰδίῃ , πάρεξ τῶν πολεμιστηρίων , οἱ μὲν ἀναβαίνοντες τὰς θηλέας ὀκτακόσιοι , αἱ δὲ βαινόμεναι ἑξακισχίλιαι καὶ μυρίαι · ἀνέβαινε γὰρ ἕκαστος τῶν ἐρσένων τούτων εἴκοσι ἵππους . κυνῶν
δὲ Ἰνδικῶν τοσοῦτο δή τι πλῆθος ἐτρέφετο ὥστε τέσσερες τῶν ἐν τῷ πεδίῳ κῶμαι μεγάλαι , τῶν ἄλλων ἐοῦσαι ἀτελέες , τοῖσι κυσὶ προσετετάχατο σιτία παρέχειν . τοιαῦτα μὲν τῷ ἄρχοντι τῆς Βαβυλῶνος ὑπῆρχε ἐόντα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.