ἤλαυνε δὲ ἵππον ὁ Ἀρτύβιος δεδιδαγμένον πρὸς ὁπλίτην ἵστασθαι ὀρθόν . πυθόμενος ὦν ταῦτα ὁ Ὀνήσιλος , ἦν γάρ οἱ ὑπασπιστὴς γένος μὲν Κὰρ τὰ δὲ πολέμια κάρτα δόκιμος καὶ ἄλλως λήματος πλέος , εἶπε πρὸς τοῦτον
πυνθάνομαι τὸν Ἀρτυβίου ἵππον ἱστάμενον ὀρθὸν καὶ ποσὶ καὶ στόματι κατεργάζεσθαι πρὸς τὸν ἂν προσενειχθῇ · σὺ ὦν βουλευσάμενος εἰπὲ αὐτίκα ὁκότερον βούλεαι φυλάξας πλῆξαι , εἴτε τὸν ἵππον εἴτε αὐτὸν Ἀρτύβιον .
εἶπε πρὸς ταῦτα ὁ ὀπάων αὐτοῦ ὦ βασιλεῦ , ἕτοιμος μὲν ἐγώ εἰμι ποιέειν καὶ ἀμφότερα καὶ τὸ ἕτερον αὐτῶν , καὶ πάντως τὸ ἂν σὺ ἐπιτάσσῃς · ὡς μέντοι ἔμοιγε δοκέει εἶναι τοῖσι σοῖσι πρήγμασι προσφερέστερον , φράσω .
βασιλέα μὲν καὶ στρατηγὸν χρεὸν εἶναι φημὶ βασιλέι τε καὶ στρατηγῷ προσφέρεσθαι . ἤν τε γὰρ κατέλῃς ἄνδρα στρατηγόν , μέγα τοι γίνεται , καὶ δεύτερα , ἢν σὲ ἐκεῖνος , τὸ μὴ γένοιτο , ὑπὸ ἀξιοχρέου καὶ ἀποθανεῖν ἡμίσεα συμφορή · ἡμέας δὲ τοὺς ὑπηρέτας ἑτέροισί τε ὑπηρέτῃσι προσφέρεσθαι καὶ πρὸς ἵππον · τοῦ σὺ τὰς μηχανὰς μηδὲν φοβηθῇς · ἐγὼ γάρ τοι ὑποδέκομαι μή μιν ἀνδρὸς ἔτι γε μηδενὸς στήσεσθαι ἐναντίον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.