ἐνθεῦτεν μὲν ἡ φάτις αὕτη κεχώρηκε . Κύρῳ δὲ ἀνδρευμένῳ καὶ ἐόντι τῶν ἡλίκων ἀνδρηιοτάτῳ καὶ προσφιλεστάτῳ προσέκειτο ὁ Ἅρπαγος δῶρα πέμπων , τίσασθαι Ἀστυάγεα ἐπιθυμέων · ἀπʼ ἑωυτοῦ γὰρ ἐόντος ἰδιώτεω οὐκ ἐνώρα τιμωρίην ἐσομένην ἐς Ἀστυάγεα , Κῦρον δὲ ὁρέων ἐπιτρεφόμενον ἐποιέετο σύμμαχον , τὰς πάθας τὰς Κύρου τῇσι ἑωυτοῦ ὁμοιούμενος .
πρὸ δʼ ἔτι τούτου τάδε οἱ κατέργαστο · ἐόντος τοῦ Ἀστυάγεος πικροῦ ἐς τοὺς Μήδους , συμμίσγων ἑνὶ ἑκάστῳ ὁ Ἅρπαγος τῶν πρώτων Μήδων ἀνέπειθε ὡς χρὴ Κῦρον προστησαμένους Ἀστυάγεα παῦσαι τῆς βασιληίης . κατεργασμένου
δέ οἱ τούτου καὶ ἐόντος ἑτοίμου , οὕτω δὴ τῷ Κύρῳ διαιτωμένῳ ἐν Πέρσῃσι βουλόμενος Ἅρπαγος δηλῶσαι τὴν ἑωυτοῦ γνώμην ἄλλως μὲν οὐδαμῶς εἶχε ἅτε τῶν ὁδῶν φυλασσομενέων , ὁ δὲ ἐπιτεχνᾶται τοιόνδε · λαγὸν
μηχανησάμενος , καὶ ἀνασχίσας τούτου τὴν γαστέρα καὶ οὐδὲν ἀποτίλας , ὡς δὲ εἶχε οὕτω ἐσέθηκε βυβλίον , γράψας τά οἱ ἐδόκεε · ἀπορράψας δὲ τοῦ λαγοῦ τὴν γαστέρα , καὶ δίκτυα δοὺς ἅτε θηρευτῇ τῶν οἰκετέων τῷ πιστοτάτῳ , ἀπέστελλε ἐς τοὺς Πέρσας , ἐντειλάμενὸς οἱ ἀπὸ γλώσσης διδόντα τὸν λαγὸν Κύρῳ ἐπειπεῖν αὐτοχειρίῃ μιν διελεῖν καὶ μηδένα οἱ ταῦτα ποιεῦντι παρεῖναι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.