δυώδεκα δὲ μοι δοκέουσι πόλιας ποιήσασθαι οἱ Ἴωνες καὶ οὐκ ἐθελῆσαι πλεῦνας ἐσδέξασθαι τοῦδε εἵνεκα , ὅτι καὶ ὅτε ἐν Πελοποννήσῳ οἴκεον , δυώδεκα ἦν αὐτῶν μέρεα , κατά περ νῦν Ἀχαιῶν τῶν ἐξελασάντων Ἴωνας δυώδεκα ἐστὶ μέρεα , Πελλήνη μέν γε πρώτη πρὸς Σικυῶνος , μετὰ δὲ Αἴγειρα καὶ Αἰγαί , ἐν τῇ Κρᾶθις ποταμὸς ἀείναος ἐστί , ἀπʼ ὅτευ ὁ ἐν Ἰταλίῃ ποταμὸς τὸ οὔνομα ἔσχε , καὶ Βοῦρα καὶ Ἑλίκη , ἐς τὴν κατέφυγον Ἴωνες ὑπὸ Ἀχαιῶν μάχῃ ἑσσωθέντες , καὶ Αἴγίον καὶ Ῥύπες καὶ Πατρέες καὶ Φαρέες καὶ Ὤλενος , ἐν τῷ Πεῖρος ποταμὸς μέγας ἐστί , καὶ Δύμη καὶ Τριταιέες , οἳ μοῦνοι τούτων μεσόγαιοι οἰκέουσι . ταῦτα δυώδεκα μέρεα νῦν Ἀχαιῶν ἐστὶ καὶ τότε γε Ἰώνων ἦν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.