οἱ δὲ βάρβαροι ὡς ἀπήειραν ἐκ τῆς Δήλου , προσῖσχον πρὸς τὰς νήσους , ἐνθεῦτεν δὲ στρατιήν τε παρελάμβανον καὶ ὁμήρους τῶν νησιωτέων παῖδας ἐλάμβανον .
ὡς δὲ περιπλέοντες τὰς νήσους προσέσχον καὶ ἐς Κάρυστον , οὐ γὰρ δή σφι οἱ Καρύστιοι οὔτε ὁμήρους ἐδίδοσαν οὔτε ἔφασαν ἐπὶ πόλιας ἀστυγείτονας στρατεύεσθαι , λέγοντες Ἐρέτριάν τε καὶ Ἀθήνας , ἐνθαῦτα τούτους ἐπολιόρκεόν τε καὶ τὴν γῆν σφεων ἔκειρον , ἐς ὃ καὶ οἱ Καρύστιοι παρέστησαν ἐς τῶν Περσέων τὴν γνώμην .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.