ταῦτα μέν νυν ἔστω ὡς ἔστι τε καὶ ὡς ἀρχὴν ἐγένετο · τοῦ δὲ Νείλου τὰς πηγὰς οὔτε Αἰγυπτίων οὔτε Λιβύων οὔτε Ἑλλήνων τῶν ἐμοὶ ἀπικομένων ἐς λόγους οὐδεὶς ὑπέσχετο εἰδέναι , εἰ μὴ ἐν Αἰγύπτῳ ἐν Σάι πόλι ὁ γραμματιστὴς τῶν ἱρῶν χρημάτων τῆς Ἀθηναίης .
οὗτος δʼ ἔμοιγε παίζειν ἐδόκεε φάμενος εἰδέναι ἀτρεκέως · ἔλεγε δὲ ὧδε , εἶναι δύο ὄρεα ἐς ὀξὺ τὰς κορυφὰς ἀπηγμένα , μεταξὺ Συήνης τε πόλιος κείμενα τῆς Θηβαΐδος καὶ Ἐλεφαντίνης , οὐνόματα δὲ εἶναι τοῖσι ὄρεσι τῷ μὲν Κρῶφι τῷ δὲ Μῶφι · τὰς
ὦν δὴ πηγὰς τοῦ Νείλου ἐούσας ἀβύσσους ἐκ τοῦ μέσου τῶν ὀρέων τούτων ῥέειν , καὶ τὸ μὲν ἥμισυ τοῦ ὕδατος ἐπʼ Αἰγύπτου ῥέειν καὶ πρὸς βορέην ἄνεμον , τὸ δʼ ἕτερον ἥμισυ ἐπʼ Αἰθιοπίης τε καὶ νότου . ὡς
δὲ ἄβυσσοι εἰσι αἱ πηγαί , ἐς διάπειραν ἔφη τούτου Ψαμμήτιχον Αἰγύπτου βασιλέα ἀπικέσθαι · πολλέων γὰρ αὐτὸν χιλιάδων ὀργυιέων πλεξάμενον κάλον κατεῖναι ταύτῃ καὶ οὐκ ἐξικέσθαι ἐς βυσσόν . οὕτω
μὲν δὴ ὁ γραμματιστής , εἰ ἄρα ταῦτα γινόμενα ἔλεγε , ἀπέφαινε , ὡς ἐμὲ κατανοέειν , δίνας τινὰς ταύτῃ ἐούσας ἰσχυρὰς καὶ παλιρροίην , οἷα δὲ ἐμβάλλοντος τοῦ ὕδατος τοῖσι ὄρεσι , μὴ δύνασθαι κατιεμένην καταπειρητηρίην ἐς βυσσὸν ἰέναι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.