Πέρσαι μὲν δὴ τὰ δῶρα εἴκαζον . ἡ δὲ Σκυθέων μία μοῖρα ἡ ταχθεῖσα πρότερον μὲν παρὰ τὴν Μαιῆτιν λίμνην φρουρέειν , τότε δὲ ἐπὶ τὸν Ἴστρον Ἴωσι ἐς λόγους ἐλθεῖν , ὡς ἀπίκετο ἐπὶ τὴν γέφυραν , ἔλεγε τάδε . ἄνδρες
Ἴωνες , ἐλευθερίην ἥκομεν ὑμῖν φέροντες , ἤν πέρ γε ἐθέλητε ἐσακούειν . πυνθανόμεθα γὰρ Δαρεῖον ἐντείλασθαι ὑμῖν ἑξήκοντα ἡμέρας μούνας φρουρήσαντας τὴν γέφυραν , αὐτοῦ μὴ παραγενομένου ἐν τούτῳ τῷ χρόνῳ , ἀπαλλάσσεσθαι ἐς τὴν ὑμετέρην .
ὦν ὑμεῖς τάδε ποιεῦντες ἐκτὸς μὲν ἔσεσθε πρὸς ἐκείνου αἰτίης , ἐκτὸς δὲ πρὸς ἡμέων · τὰς προκειμένας ἡμέρας παραμείναντες τὸ ἀπὸ τούτου ἀπαλλάσσεσθε . οὗτοι μέν νυν ὑποδεξαμένων Ἰώνων ποιήσειν ταῦτα ὀπίσω τὴν ταχίστην ἐπείγοντο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.