ταῦτα μέν νυν οὕτω ἐποίεε , παρεσκευάζετο δὲ καὶ ὅπλα ἐς τὰς γεφύρας βύβλινά τε καὶ λευκολίνου , ἐπιτάξας Φοίνιξί τε καὶ Αἰγυπτίοισι , καὶ σιτία τῇ στρατιῇ καταβάλλειν , ἵνα μὴ λιμήνειε ἡ στρατιὴ μηδὲ τὰ ὑποζύγια ἐλαυνόμενα ἐπὶ τὴν Ἑλλάδα ·
ἀναπυθόμενος δὲ τοὺς χώρους καταβάλλειν ἐκέλευε ἵνα ἐπιτηδεότατον εἴη , ἄλλα ἄλλῃ ἀγινέοντας ὁλκάσι τε καὶ πορθμηίοισι ἐκ τῆς Ἀσίης πανταχόθεν . τὸν δὲ ὦν πλεῖστον ἐς Λευκὴν ἀκτὴν καλεομένην τῆς Θρηίκης ἀγίνεον , οἳ δὲ ἐς Τυρόδιζαν τὴν Περινθίων , οἳ δὲ ἐς Δορίσκον , οἳ δὲ ἐς Ἠιόνα τὴν ἐπὶ Στρυμόνι , οἳ δὲ ἐς Μακεδονίην διατεταγμένοι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.