οἱ μέν νυν Κᾶρες οὐδὲν λαμπρὸν ἔργον ἀποδεξάμενοι ἐδουλώθησαν ὑπὸ Ἁρπάγου , οὔτε αὐτοὶ οἱ Κᾶρες ἀποδεξάμενοι οὐδέν , οὔτε ὅσοι Ἑλλήνων ταύτην τὴν χώρην οἰκέουσι ·
οἰκέουσι δὲ καὶ ἄλλοι καὶ Λακεδαιμονίων ἄποικοι Κνίδιοι . οἳ τῆς χώρης τῆς σφετέρης τετραμμένης ἐς πόντον , τὸ δὴ Τριόπιον καλέεται , ἀργμένης δὲ ἐκ τῆς Χερσονήσου τῆς Βυβασσίης , ἐούσης τε πάσης τῆς Κνιδίης πλὴν ὀλίγης περιρρόου (τὰ
μὲν γὰρ αὐτῆς πρὸς βορέην ἄνεμον ὁ Κεραμεικὸς κόλπος ἀπέργει , τὰ δὲ πρὸς νότον ἡ κατὰ Σύμην τε καὶ Ῥόδον θάλασσα) , τὸ ὦν δὴ ὀλίγον τοῦτο , ἐὸν ὅσον τε ἐπὶ πέντε στάδια , ὤρυσσον οἱ Κνίδιοι ἐν ὅσῳ Ἅρπαγος τὴν Ἰωνίην κατεστρέφετο , βουλόμενοι νῆσον τὴν χώρην ποιῆσαι . ἐντὸς δὲ πᾶσά σφι ἐγίνετο · τῇ γὰρ ἡ Κνιδίη χώρη ἐς τὴν ἤπειρον τελευτᾷ , ταύτῃ ὁ ἰσθμός ἐστι τὸν ὤρυσσον . καὶ
δὴ πολλῇ χειρὶ ἐργαζομένων τῶν Κνιδίων , μᾶλλον γάρ τι καὶ θειότερον ἐφαίνοντο τιτρώσκεσθαι οἱ ἐργαζόμενοι τοῦ οἰκότος τά τε ἄλλα τοῦ σώματος καὶ μάλιστα τὰ περὶ τοὺς ὀφθαλμοὺς θραυομένης τῆς πέτρης , ἔπεμπον ἐς Δελφοὺς θεοπρόπους ἐπειρησομένους τὸ ἀντίξοον . ἡ δὲ
Πυθίη σφι , ὡς αὐτοὶ Κνίδιοι λέγουσι , χρᾷ ἐν τριμέτρῳ τόνῳ τάδε . Ἰσθμὸν
δὲ μὴ πυργοῦτε μηδʼ ὀρύσσετε · Ζεὺς1γάρ κʼ ἔθηκε νῆσον , εἴ κʼ ἐβούλετο . Κνίδιοι1
μὲν ταῦτα τῆς Πυθίης χρησάσης τοῦ τε ὀρύγματος ἐπαύσαντο καὶ Ἁρπάγῳ ἐπιόντι σὺν τῷ στρατῷ ἀμαχητὶ σφέας αὐτοὺς παρέδοσαν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.