μέχρι μὲν δὴ τούτων γινώσκεται , τὸ δὲ τῶν φαλακρῶν κατύπερθε οὐδεὶς ἀτρεκέως οἶδε φράσαι . ὄρεα γὰρ ὑψηλὰ ἀποτάμνει ἄβατα καὶ οὐδείς σφεα ὑπερβαίνει . οἱ δὲ φαλακροὶ οὗτοι λέγουσι , ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες , οἰκέειν τὰ ὄρεα αἰγίποδας ἄνδρας , ὑπερβάντι δὲ τούτους ἀνθρώπους ἄλλους οἳ τὴν ἑξάμηνον κατεύδουσι . τοῦτο δὲ οὐκ ἐνδέκομαι τὴν ἀρχήν , ἀλλὰ
τὸ μὲν πρὸς ἠῶ τῶν φαλακρῶν γινώσκεται ἀτρεκέως ὑπὸ Ἰσσηδόνων οἰκεόμενον , τὸ μέντοι κατύπερθε πρὸς βορέην ἄνεμον οὐ γινώσκεται οὔτε τῶν φαλακρῶν οὔτε τῶν Ἰσσηδόνων , εἰ μὴ ὅσα αὐτῶν τούτων λεγόντων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.