λέγεται μέν νυν ὑπʼ Ἀργείων τε καὶ Αἰγινητέων τάδε , ὁμολογέεται δὲ καὶ ὑπʼ Ἀθηναίων ἕνα μοῦνον τὸν ἀποσωθέντα αὐτῶν ἐς τὴν Ἀττικὴν γενέσθαι ·
πλὴν Ἀργεῖοι μὲν λέγουσι αὐτῶν τὸ Ἀττικὸν στρατόπεδον διαφθειράντων τὸν ἕνα τοῦτον περιγενέσθαι , Ἀθηναῖοι δὲ τοῦ δαιμονίου · περιγενέσθαι μέντοι οὐδὲ τοῦτον τὸν ἕνα , ἀλλʼ ἀπολέσθαι τρόπῳ τοιῷδε . κομισθεὶς ἄρα ἐς τὰς Ἀθήνας ἀπήγγελλε τὸ πάθος · πυθομένας δὲ τὰς γυναῖκας τῶν ἐπʼ Αἴγιναν στρατευσαμένων ἀνδρῶν , δεινόν τι ποιησαμένας κεῖνον μοῦνον ἐξ ἁπάντων σωθῆναι , πέριξ τὸν ἄνθρωπον τοῦτον λαβούσας καὶ κεντεύσας τῇσι περόνῃσι τῶν ἱματίων εἰρωτᾶν ἑκάστην αὐτέων ὅκου εἴη ὁ ἑωυτῆς ἀνήρ . καὶ
τοῦτον μὲν οὕτω διαφθαρῆναι , Ἀθηναίοισι δὲ ἔτι τοῦ πάθεος δεινότερόν τι δόξαι εἶναι τὸ τῶν γυναικῶν ἔργον . ἄλλῳ μὲν δὴ οὐκ ἔχειν ὅτεῳ ζημιώσωσι τὰς γυναῖκας , τὴν δὲ ἐσθῆτα μετέβαλον αὐτέων ἐς τὴν Ἰάδα · ἐφόρεον γὰρ δὴ πρὸ τοῦ αἱ τῶν Ἀθηναίων γυναῖκες ἐσθῆτα Δωρίδα , τῇ Κορινθίῃ παραπλησιωτάτην · μετέβαλον ὦν ἐς τὸν λίνεον κιθῶνα , ἵνα δὴ περόνῃσι μὴ χρέωνται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.