Μιλήσιοι μέν νυν οὕτω λέγουσι γενέσθαι . Ἀλυάττης δέ , ὡς οἱ ταῦτα ἐξαγγέλθη , αὐτίκα ἔπεμπε κήρυκα ἐς Μίλητον βουλόμενος σπονδὰς ποιήσασθαι Θρασυβούλῳ τε καὶ Μιλησίοισι χρόνον ὅσον ἂν τὸν νηὸν οἰκοδομέῃ . ὃ μὲν δὴ ἀπόστολος ἐς τὴν Μίλητον ἦν , Θρασύβουλος δὲ σαφέως προπεπυσμένος πάντα λόγον , καὶ εἰδὼς τὰ Ἀλυάττης μέλλοι ποιήσειν , μηχανᾶται τοιάδε ·
ὅσος ἦν ἐν τῷ ἄστεϊ σῖτος καὶ ἑωυτοῦ καὶ ἰδιωτικός , τοῦτον πάντα συγκομίσας ἐς τὴν ἀγορὴν προεῖπε Μιλησίοισι , ἐπεὰν αὐτὸς σημήνῃ , τότε πίνειν τε πάντας καὶ κώμῳ χρᾶσθαι ἐς ἀλλήλους .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.