διαλυθέντος ὦν τοῦ στόλου τούτου ἀκλεῶς , ἐνθαῦτα Ἀθηναῖοι τίνυσθαι βουλόμενοι πρῶτα στρατηίην ποιεῦνται ἐπὶ Χαλκιδέας . Βοιωτοὶ δὲ τοῖσι Χαλκιδεῦσι βοηθέουσι ἐπὶ τὸν Εὔριπον . Ἀθηναίοισι δὲ ἰδοῦσι τοὺς Βοιωτοὺς ἔδοξε πρότερον τοῖσι Βοιωτοῖσι ἢ τοῖσι Χαλκιδεῦσι ἐπιχειρέειν .
συμβάλλουσί τε δὴ τοῖσι Βοιωτοῖσι οἱ Ἀθηναῖοι καὶ πολλῷ ἐκράτησαν , κάρτα δὲ πολλοὺς φονεύσαντες ἑπτακοσίους αὐτῶν ἐζώγρησαν . τῆς δὲ αὐτῆς ταύτης ἡμέρης οἱ Ἀθηναῖοι διαβάντες ἐς τὴν Εὔβοιαν συμβάλλουσι καὶ τοῖσι Χαλκιδεῦσι , νικήσαντες δὲ καὶ τούτους τετρακισχιλίους κληρούχους ἐπὶ τῶν ἱπποβοτέων τῇ χώρῃ λείπουσι . οἱ δὲ ἱπποβόται ἐκαλέοντο οἱ παχέες τῶν Χαλκιδέων . ὅσους
δὲ καὶ τούτων ἐζώγρησαν , ἅμα τοῖσι Βοιωτῶν ἐζωγρημένοισι εἶχον ἐν φυλακῇ ἐς πέδας δήσαντες · χρόνῳ δὲ ἔλυσαν σφέας δίμνεως ἀποτιμησάμενοι . τὰς δὲ πέδας αὐτῶν , ἐν τῇσι ἐδεδέατο , ἀνεκρέμασαν ἐς τὴν ἀκρόπολιν · αἵ περ ἔτι καὶ ἐς ἐμὲ ἦσαν περιεοῦσαι , κρεμάμεναι ἐκ τειχέων περιπεφλευσμένων πυρὶ ὑπὸ τοῦ Μήδου , ἀντίον δὲ τοῦ μεγάρου τοῦ πρὸς ἑσπέρην τετραμμένου . καὶ
τῶν λύτρων τὴν δεκάτην ἀνέθηκαν ποιησάμενοι τέθριππον χάλκεον · τὸ δὲ ἀριστερῆς χειρὸς ἕστηκε πρῶτον ἐσιόντι ἐς τὰ προπύλαια τὰ ἐν τῇ ἀκροπόλι · ἐπιγέγραπται δέ οἱ τάδε . ἔθνεα
Βοιωτῶν καὶ Χαλκιδέων δαμάσαντες παῖδες1Ἀθηναίων ἔργμασιν ἐν πολέμου , δεσμῷ1ἐν ἀχλυόεντι σιδηρέῳ ἔσβεσαν ὕβριν · τῶν1ἵππους δεκάτην Παλλάδι τάσδʼ ἔθεσαν .1
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.