ταῦτα λέγων ὁ Μεγάβαζος εὐπετέως ἔπειθε Δαρεῖον ὡς εὖ προορῶν τὸ μέλλον γίνεσθαι . μετὰ δὲ πέμψας ἄγγελον ἐς τὴν Μύρκινον ὁ Δαρεῖος ἔλεγε τάδε . Ἱστιαῖε , βασιλεὺς Δαρεῖος τάδε λέγει . ἐγὼ φροντίζων εὑρίσκω ἐμοί τε καὶ τοῖσι ἐμοῖσι πρήγμασι εἶναι οὐδένα σεῦ ἄνδρα εὐνοέστερον · τοῦτο δὲ οὐ λόγοισι ἀλλʼ ἔργοισι οἶδα μαθών .
νῦν ὦν , ἐπινοέω γὰρ πρήγματα μεγάλα κατεργάσασθαι , ἀπίκεό μοι πάντως , ἵνα τοι αὐτὰ ὑπερθέωμαι . τούτοισι τοῖσι ἔπεσι πιστεύσας ὁ Ἱστιαῖος , καὶ ἅμα μέγα ποιεύμενος βασιλέος σύμβουλος γενέσθαι , ἀπίκετο ἐς τὰς Σάρδις ·
ἀπικομένῳ δέ οἱ ἔλεγε Δαρεῖος τάδε . Ἱστιαῖε , ἐγώ σε μετεπεμψάμην τῶνδε εἵνεκεν . ἐπείτε τάχιστα ἐνόστησα ἀπὸ Σκυθέων καὶ σύ μοι ἐγένεο ἐξ ὀφθαλμῶν , οὐδέν κω ἄλλο χρῆμα οὕτω ἐν βραχέι ἐπεζήτησα ὡς σὲ ἰδεῖν τε καὶ ἐς λόγους μοι ἀπικέσθαι , ἐγνωκὼς ὅτι κτημάτων πάντων ἐστὶ τιμιώτατον ἀνὴρ φίλος συνετός τε καὶ εὔνοος , τά τοι ἐγὼ καὶ ἀμφότερα συνειδὼς ἔχω μαρτυρέειν ἐς πρήγματα τὰ ἐμά .
ὦν , εὖ γὰρ ἐποίησας ἀπικόμενος , τάδε τοι ἐγὼ προτείνομαι · Μίλητον μὲν ἔα καὶ τὴν νεόκτιστον ἐν Θρηίκῃ πόλιν , σὺ δέ μοι ἑπόμενος ἐς Σοῦσα ἔχε τά περ ἂν ἐγὼ ἔχω , ἐμός τε σύσσιτος ἐὼν καὶ σύμβουλος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.