οἳ μὲν δή φασι τὸν Οἰβάρεα ταῦτα μηχανήσασθαι , οἳ δὲ τοιάδε (καὶ γὰρ ἐπʼ ἀμφότερα λέγεται ὑπὸ Περσέων) , ὡς τῆς ἵππου ταύτης τῶν ἄρθρων ἐπιψαύσας τῇ χειρὶ ἔχοι αὐτὴν κρύψας ἐν τῇσι ἀναξυρίσι · ὡς δὲ ἅμα τῷ ἡλίῳ ἀνιόντι ἀπίεσθαι μέλλειν τοὺς ἵππους , τὸν Οἰβάρεα τοῦτον ἐξείραντα τὴν χεῖρα πρὸς τοῦ Δαρείου ἵππου τοὺς μυκτῆρας προσενεῖκαι , τὸν δὲ αἰσθόμενον φριμάξασθαί τε καὶ χρεμετίσαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.