ταῦτά τε ἐδόκεε Ἀρτάβανος τὸ ὄνειρον ἀπειλέειν καὶ θερμοῖσι σιδηρίοισι ἐκκαίειν αὐτοῦ μέλλειν τοὺς ὀφθαλμούς . καὶ ὃς ἀμβώσας μέγα ἀναθρώσκει , καὶ παριζόμενος Ξέρξῃ , ὡς τὴν ὄψιν οἱ τοῦ ἐνυπνίου διεξῆλθε ἀπηγεόμενος , δεύτερά οἱ λέγει τάδε .
ἐγὼ μέν , ὦ βασιλεῦ , οἷά ἄνθρωπος ἰδὼν ἤδη πολλά τε καὶ μεγάλα πεσόντα πρήγματα ὑπὸ ἡσσόνων , οὐκ ἔων σε τὰ πάντα τῇ ἡλικίῃ εἴκειν , ἐπιστάμενος ὡς κακὸν εἴη τὸ πολλῶν ἐπιθυμέειν , μεμνημένος μὲν τὸν ἐπὶ Μασσαγέτας Κύρου στόλον ὡς ἔπρηξε , μεμνημένος δὲ καὶ τὸν ἐπʼ Αἰθίοπας τὸν Καμβύσεω , συστρατευόμενος δὲ καὶ Δαρείῳ ἐπὶ Σκύθας .
ἐπιστάμενος ταῦτα γνώμην εἶχον ἀτρεμίζοντά σε μακαριστὸν εἶναι πρὸς πάντων ἀνθρώπων . ἐπεὶ δὲ δαιμονίη τις γίνεται ὁρμή , καὶ Ἕλληνας , ὡς οἶκε , καταλαμβάνει τις φθορὴ θεήλατος , ἐγὼ μὲν καὶ αὐτὸς τρέπομαι καὶ τὴν γνώμην μετατίθεμαι , σὺ δὲ σήμηνον μὲν Πέρσῃσι τὰ ἐκ τοῦ θεοῦ πεμπόμενα , χρᾶσθαι δὲ κέλευε τοῖσι ἐκ σέο πρώτοισι προειρημένοισι ἐς τὴν παρασκευήν , ποίεε δὲ οὕτω ὅκως τοῦ θεοῦ παραδιδόντος τῶν σῶν ἐνδεήσει μηδέν .
τούτων δὲ λεχθέντων , ἐνθαῦτα ἐπαερθέντες τῇ ὄψι , ὡς ἡμέρη ἐγένετο τάχιστα , Ξέρξης τε ὑπερετίθετο ταῦτα Πέρσῃσι , καὶ Ἀρτάβανος , ὃς πρότερον ἀποσπεύδων μοῦνος ἐφαίνετο , τότε ἐπισπεύδων φανερὸς ἦν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.