καὶ περὶ Πέρσας μὲν ἦν ταῦτα τὸν πάντα μεταξὺ χρόνον γενόμενον , μέχρι οὗ Ξέρξης αὐτός σφεας ἀπικόμενος ἔπαυσε . Μαρδόνιος δὲ ὁρῶν μὲν Ξέρξην συμφορὴν μεγάλην ἐκ τῆς ναυμαχίης ποιεύμενον , ὑποπτεύων δὲ αὐτὸν δρησμὸν βουλεύειν ἐκ τῶν Ἀθηνέων , φροντίσας πρὸς ἑωυτὸν ὡς δώσει δίκην ἀναγνώσας βασιλέα στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα , καί οἱ κρέσσον εἴη ἀνακινδυνεῦσαι ἢ κατεργάσασθαι τὴν Ἑλλάδα ἢ αὐτὸν καλῶς τελευτῆσαι τὸν βίον ὑπὲρ μεγάλων αἰωρηθέντα · πλέον μέντοι ἔφερέ οἱ ἡ γνώμη κατεργάσασθαι τὴν Ἑλλάδα · λογισάμενος ὦν ταῦτα προσέφερε τὸν λόγον τόνδε .
δέσποτα , μήτε λυπέο μήτε συμφορὴν μηδεμίαν μεγάλην ποιεῦ τοῦδε τοῦ γεγονότος εἵνεκα πρήγματος . οὐ γὰρ ξύλων ἀγὼν ὁ τὸ πᾶν φέρων ἐστὶ ἡμῖν , ἀλλʼ ἀνδρῶν τε καὶ ἵππων . σοὶ δὲ οὔτε τις τούτων τῶν τὸ πᾶν σφίσι ἤδη δοκεόντων κατεργάσθαι ἀποβὰς ἀπὸ τῶν νεῶν πειρήσεται ἀντιωθῆναι οὔτʼ ἐκ τῆς ἠπείρου τῆσδε · οἵ τε ἡμῖν ἠντιώθησαν , ἔδοσαν δίκας .
εἰ μέν νυν δοκέει , αὐτίκα πειρώμεθα τῆς Πελοποννήσου · εἰ δὲ καὶ δοκέει ἐπισχεῖν , παρέχει ποιέειν ταῦτα . μηδὲ δυσθύμεε · οὐ γὰρ ἔστι Ἕλλησι οὐδεμία ἔκδυσις μὴ οὐ δόντας λόγον τῶν ἐποίησαν νῦν τε καὶ πρότερον εἶναι σοὺς δούλους . μάλιστα μέν νυν ταῦτα ποίεε · εἰ δʼ ἄρα τοι βεβούλευται αὐτὸν ἀπελαύνοντα ἀπάγειν τὴν στρατιήν , ἄλλην ἔχω καὶ ἐκ τῶνδε βουλήν .
σὺ Πέρσας , βασιλεῦ , μὴ ποιήσῃς καταγελάστους γενέσθαι Ἕλλησι · οὐδὲ γὰρ ἐν Πέρσῃσί τοί τι δεδήληται τῶν πρηγμάτων , οὐδʼ ἐρέεις ὅκου ἐγενόμεθα ἄνδρες κακοί . εἰ δὲ Φοίνικές τε καὶ Αἰγύπτιοι καὶ Κύπριοί τε καὶ Κίλικες κακοὶ ἐγένοντο , οὐδὲν πρὸς Πέρσας τοῦτο προσήκει τὸ πάθος .
ἤδη ὦν , ἐπειδὴ οὐ Πέρσαι τοι αἴτιοι ἐισί , ἐμοὶ πείθεο · εἴ τοι δέδοκται μὴ παραμένειν , σὺ μὲν ἐς ἤθεα τὰ σεωυτοῦ ἀπέλαυνε τῆς στρατιῆς ἀπάγων τὸ πολλόν , ἐμὲ δὲ σοὶ χρὴ τὴν Ἑλλάδα παρασχεῖν δεδουλωμένην , τριήκοντα μυριάδας τοῦ στρατοῦ ἀπολεξάμενον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.