τούτου δὲ οὕτω δικαιεῦντος ἀντέλεγε οὐδείς , ὥστε ἐκράτεε τῇ γνώμῃ · τὸ γὰρ κράτος εἶχε τῆς στρατιῆς οὗτος ἐκ βασιλέος , ἀλλʼ οὐκ Ἀρτάβαζος . μεταπεμψάμενος ὦν τοὺς ταξιάρχους τῶν τελέων καὶ τῶν μετʼ ἑωυτοῦ ἐόντων Ἑλλήνων τοὺς στρατηγοὺς εἰρώτα εἴ τι εἰδεῖεν λόγιον περὶ Περσέων ὡς διαφθερέονται ἐν τῇ Ἑλλάδι .
σιγώντων δὲ τῶν ἐπικλήτων , τῶν μὲν οὐκ εἰδότων τοὺς χρησμούς , τῶν δὲ εἰδότων μὲν ἐν ἀδείῃ δὲ οὐ ποιευμένων τὸ λέγειν , αὐτὸς Μαρδόνιος ἔλεγε ἐπεὶ τοίνυν ὑμεῖς ἢ ἴστε οὐδὲν ἢ οὐ τολμᾶτε λέγειν , ἀλλʼ ἐγὼ ἐρέω ὡς εὖ ἐπιστάμενος ·
λόγιον ὡς χρεόν ἐστι Πέρσας ἀπικομένους ἐς τὴν Ἑλλάδα διαρπάσαι τὸ ἱρὸν τὸ ἐν Δελφοῖσι , μετὰ δὲ τὴν διαρπαγὴν ἀπολέσθαι πάντας . ἡμεῖς τοίνυν αὐτὸ τοῦτο ἐπιστάμενοι οὔτε ἴμεν ἐπὶ τὸ ἱρὸν τοῦτο οὔτε ἐπιχειρήσομεν διαρπάζειν , ταύτης τε εἵνεκα τῆς αἰτίης οὐκ ἀπολεόμεθα .
ὑμέων ὅσοι τυγχάνουσι εὔνοοι ἐόντες Πέρσῃσι , ἥδεσθε τοῦδε εἵνεκα ὡς περιεσομένους ἡμέας Ἑλλήνων . ταῦτά σφι εἴπας δεύτερα ἐσήμαινε παραρτέεσθαί τε πάντα καὶ εὐκρινέα ποιέεσθαι ὡς ἅμα ἡμέρῃ τῇ ἐπιούσῃ συμβολῆς ἐσομένης .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.