ὡς δὲ καὶ ταῦτα ἐς τὸν βασιλέα ἀνηνείχθη , ἐκπεπλῆχθαι μὲν ἐπὶ τῇ πολυφροσύνῃ τε καὶ τόλμῃ τοῦ ἀνθρώπου , τέλος δὲ διανέμοντα ἐς πάσας τὰς πόλις ἐπαγγέλλεσθαι ἀδείην τε διδόντα καὶ μεγάλα ὑποδεκόμενον ἐλθόντι ἐς ὄψιν τὴν ἑωυτοῦ .
τὸν δὲ φῶρα πιστεύσαντα ἐλθεῖν πρὸς αὐτόν , Ῥαμψίνιτον δὲ μεγάλως θωμάσαι , καί οἱ τὴν θυγατέρα ταύτην συνοικίσαι ὡς πλεῖστα ἐπισταμένῳ ἀνθρώπων . Αἰγυπτίους μὲν γὰρ τῶν ἄλλων προκεκρίσθαι , ἐκεῖνον δὲ Αἰγυπτίων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.