Ξέρξης δὲ ἀμείβετο λέγων Ἀρτάβανε , βιοτῆς μέν νυν ἀνθρωπηίης πέρι , ἐούσης τοιαύτης οἵην περ σὺ διαιρέαι εἶναι , παυσώμεθα , μηδὲ κακῶν μεμνώμεθα χρηστὰ ἔχοντες πρήγματα ἐν χερσί , φράσον δέ μοι τόδε · εἴ τοι ἡ ὄψις τοῦ ἐνυπνίου μὴ ἐναργὴς οὕτω ἐφάνη , εἶχες ἂν τὴν ἀρχαίην γνώμην , οὐκ ἐῶν με στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα , ἢ μετέστης ἄν ; φέρε τοῦτό μοι ἀτρεκέως εἰπέ .
ὁ δὲ ἀμείβετο λέγων ὦ βασιλεῦ , ὄψις μὲν ἡ ἐπιφανεῖσα τοῦ ὀνείρου ὡς βουλόμεθα ἀμφότεροι τελευτήσειε , ἐγὼ δʼ ἔτι καὶ ἐς τόδε δείματος εἰμὶ ὑπόπλεος οὐδʼ ἐντὸς ἐμεωυτοῦ , ἄλλα τε πολλὰ ἐπιλεγόμενος καὶ δὴ καὶ ὁρῶν τοι δύο τὰ μέγιστα πάντων ἐόντα πολεμιώτατα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.