ἡ δὲ δὴ ἐξαίρεσις τῶν ἱρῶν καὶ ἡ καῦσις ἄλλη περὶ ἄλλο ἱρόν σφι κατέστηκε · τὴν δʼ ὦν μεγίστην τε δαίμονα ἥγηνται εἶναι καὶ μεγίστην οἱ ὁρτὴν ἀνάγουσι , ταύτην ἔρχομαι ἐρέων
ἐπεὰν ἀποδείρωσι τὸν βοῦν , κατευξάμενοι κοιλίην μὲν κείνην πᾶσαν ἐξ ὦν εἷλον , σπλάγχνά δὲ αὐτοῦ λείπουσι ἐν τῷ σώματι καὶ τὴν πιμελήν , σκέλεα δὲ ἀποτάμνουσι καὶ τὴν ὀσφὺν ἄκρην καὶ τοὺς ὤμους τε καὶ τὸν τράχηλον . ταῦτα
δὲ ποιήσαντες τὸ ἄλλο σῶμα τοῦ βοὸς πιμπλᾶσι ἄρτων καθαρῶν καὶ μέλιτος καὶ ἀσταφίδος καὶ σύκων καὶ λιβανωτοῦ καὶ σμύρνης καὶ τῶν ἄλλων θυωμάτων , πλήσαντες δὲ τούτων καταγίζουσι , ἔλαιον ἄφθονον καταχέοντες · προνηστεύσαντες
δὲ θύουσι , καιομένων δὲ τῶν ἱρῶν τύπτονται πάντες , ἐπεὰν δὲ ἀποτύψωνται , δαῖτα προτίθενται τὰ ἐλίποντο τῶν ἱρῶν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.