σταθέντα δὲ ἐς μέσον εἰρώτα ὁ Δαρεῖος τὴν τέχνην εἰ ἐπίσταιτο · ὁ δὲ οὐκ ὑπεδέκετο , ἀρρωδέων μὴ ἑωυτὸν ἐκφήνας τὸ παράπαν τῆς Ἑλλάδος ᾖ ἀπεστερημένος ·
κατεφάνη τε τῷ Δαρείῳ τεχνάζειν ἐπιστάμενος , καὶ τοὺς ἀγαγόντας αὐτὸν ἐκέλευσε μάστιγάς τε καὶ κέντρα παραφέρειν ἐς τὸ μέσον . ὁ δὲ ἐνθαῦτα δὴ ὦν ἐκφαίνει , φὰς ἀτρεκέως μὲν οὐκ ἐπίστασθαι , ὁμιλήσας δὲ ἰητρῷ φλαύρως ἔχειν τὴν τέχνην . μετὰ
δέ , ὥς οἱ ἐπέτρεψε , Ἑλληνικοῖσι ἰήμασι χρεώμενος καὶ ἤπια μετὰ τὰ ἰσχυρὰ προσάγων ὕπνου τέ μιν λαγχάνειν ἐποίεε καὶ ἐν χρόνῳ ὀλίγῳ ὑγιέα μιν ἀπέδεξε , οὐδαμὰ ἔτι ἐλπίζοντα ἀρτίπουν ἔσεσθαι . δωρέεται
δή μιν μετὰ ταῦτα ὁ Δαρεῖος πεδέων χρυσέων δύο ζεύγεσι · ὁ δέ μιν ἐπείρετο εἴ οἱ διπλήσιον τὸ κακὸν ἐπίτηδες νέμει , ὅτι μιν ὑγιέα ἐποίησε . ἡσθεὶς δὲ τῷ ἔπεϊ ὁ Δαρεῖος ἀποπέμπει μιν παρὰ τὰς ἑωυτοῦ γυναῖκας · παράγοντες δὲ οἱ εὐνοῦχοι ἔλεγον πρὸς τὰς γυναῖκας ὡς βασιλέι οὗτος εἴη ὃς τὴν ψυχὴν ἀπέδωκε . ὑποτύπτουσα
δὲ αὐτέων ἑκάστη φιάλῃ τοῦ χρυσοῦ ἐς θήκην ἐδωρέετο Δημοκήδεα οὕτω δή τι δαψιλέι δωρεῇ ὡς τοὺς ἀποπίπτοντας ἀπὸ τῶν φιαλέων στατῆρας ἑπόμενος ὁ οἰκέτης , τῷ οὔνομα ἦν Σκίτων , ἀνελέγετο καί οἱ χρῆμα πολλόν τι χρυσοῦ συνελέχθη .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.