πλῆθος δὲ τὸ Σκυθέων οὐκ οἷος τε ἐγενόμην ἀτρεκέως πυθέσθαι , ἀλλὰ διαφόρους λόγους περὶ τοῦ ἀριθμοῦ ἤκουον · καὶ γὰρ κάρτα πολλοὺς εἶναι σφέας καὶ ὀλίγους ὡς Σκύθας εἶναι .
τοσόνδε μέντοι ἀπέφαινόν μοι ἐς ὄψιν . ἔστι μεταξὺ Βορυσθένεός τε ποταμοῦ καὶ Ὑπάνιος χῶρος , οὔνομα δέ οἱ ἐστὶ Ἐξαμπαῖος · τοῦ καὶ ὀλίγῳ τι πρότερον τούτων μνήμην εἶχον , φάμενος ἐν αὐτῷ κρήνην ὕδατος πικροῦ εἶναι , ἀπʼ ἧς τὸ ὕδωρ ἀπορρέον τὸν Ὕπανιν ἄποτον ποιέειν . ἐν
τούτῳ τῷ χώρῳ κέεται χαλκήιον , μεγάθει καὶ ἑξαπλήσιον τοῦ ἐπὶ στόματι τοῦ Πόντου κρητῆρος , τὸν Παυσανίης ὁ Κλεομβρότου ἀνέθηκε . ὃς
δὲ μὴ εἶδε κω τοῦτον , ὧδε δηλώσω . ἑξακοσίους ἀμφορέας εὐπετέως χωρέει τὸ ἐν Σκύθῃσι χαλκήιον , πάχος δὲ τὸ Σκυθικὸν τοῦτο χαλκήιον ἐστὶ δακτύλων ἕξ . τοῦτο ὦν ἔλεγον οἱ ἐπιχώριοι ἀπὸ ἀρδίων γενέσθαι . βουλόμενον
γὰρ τὸν σφέτερον βασιλέα , τῶ οὔνομα εἶναι Ἀριάνταν , τοῦτον εἰδέναι τὸ πλῆθος τὸ Σκυθέων κελεύειν μιν πάντας Σκύθας ἄρδιν ἕκαστον μίαν ἀπὸ τοῦ ὀιστοῦ κομίσαι . ὃς δʼ ἄν μὴ κομίσῃ , θάνατον ἀπείλεε . κομισθῆναι
τε δὴ χρῆμα πολλὸν ἀρδίων καί οἱ δόξαι ἐξ αὐτέων μνημόσυνον ποιήσαντι λιπέσθαι . ἐκ τουτέων δή μιν τὸ χαλκήιον ποιῆσαι τοῦτο καὶ ἀναθεῖναι ἐς τὸν Ἐξαμπαῖον τοῦτον . ταῦτα δὲ περὶ τοῦ πλήθεος τοῦ Σκυθέων ἤκουον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.