κατʼ αὐτὸν δὲ Κροῖσον τάδε ἐγίνετο . ἦν οἱ παῖς , τοῦ καὶ πρότερον ἐπεμνήσθην , τὰ μὲν ἄλλα ἐπιεικής , ἄφωνος δέ . ἐν τῇ ὦν παρελθούσῃ εὐεστοῖ ὁ Κροῖσος τὸ πᾶν ἐς αὐτὸν ἐπεποιήκεε , ἄλλα τε ἐπιφραζόμενος , καὶ δὴ καὶ ἐς Δελφοὺς περὶ αὐτοῦ ἐπεπόμφεε χρησομένους .
ἡ δὲ Πυθίη οἱ εἶπε τάδε . Λυδὲ
γένος , πολλῶν βασιλεῦ , μέγα νήπιε Κροῖσε ,1βούλου πολύευκτον ἰὴν ἀνὰ δώματʼ ἀκούειν1φθεγγομένου . τὸ δέ σοι πολὺ λώιον ἀμφὶς1· αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ .1
ἁλισκομένου δὴ τοῦ τείχεος , ἤιε γὰρ τῶν τις Περσέων ἀλλογνώσας Κροῖσον ὡς ἀποκτενέων , Κροῖσος μέν νυν ὁρέων ἐπιόντα ὑπὸ τῆς παρεούσης συμφορῆς παρημελήκεε , οὐδὲ τί οἱ διέφερε πληγέντι ἀποθανεῖν · ὁ
δὲ παῖς οὗτος ὁ ἄφωνος ὡς εἶδε ἐπιόντα τὸν Πέρσην , ὑπὸ δέους τε καὶ κακοῦ ἔρρηξε φωνήν , εἶπε δὲ ὤνθρώπε , μὴ κτεῖνε Κροῖσον . οὗτος μὲν δὴ τοῦτο πρῶτον ἐφθέγξατο , μετὰ δὲ τοῦτο ἤδη ἐφώνεε τὸν πάντα χρόνον τῆς ζόης .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.