Δαρείῳ δὲ ἦν ἱπποκόμος ἀνὴρ σοφός , τῷ οὔνομα ἦν Οἰβάρης . πρὸς τοῦτον τὸν ἄνδρα , ἐπείτε διελύθησαν , ἔλεξε Δαρεῖος τάδε . Οἴβαρες , ἡμῖν δέδοκται περὶ τῆς βασιληίης ποιέειν κατὰ τάδε · ὅτευ ἂν ὁ ἵππος πρῶτος φθέγξηται ἅμα τῷ ἡλίῳ ἀνιόντι αὐτῶν ἐπαναβεβηκότων , τοῦτον ἔχειν τὴν βασιληίην . νῦν ὦν εἴ τινα ἔχεις σοφίην , μηχανῶ ὡς ἂν ἡμεῖς σχῶμεν τοῦτο τὸ γέρας καὶ μὴ ἄλλος τις .
ἀμείβεται Οἰβάρης τοῖσιδε . εἰ μὲν δὴ ὦ δέσποτα ἐν τούτῳ τοι ἐστὶ ἢ βασιλέα εἶναι ἢ μή , θάρσεε τούτου εἵνεκεν καὶ θυμὸν ἔχε ἀγαθόν , ὡς βασιλεὺς οὐδεὶς ἄλλος πρὸ σεῦ ἔσται · τοιαῦτα ἔχω φάρμακα . λέγει Δαρεῖος εἰ τοίνυν τι τοιοῦτον ἔχεις σόφισμα , ὥρη μηχανᾶσθαι καὶ μὴ ἀναβάλλεσθαι , ὡς τῆς ἐπιούσης ἡμέρης ὁ ἀγὼν ἡμῖν ἐστί .
ἀκούσας ταῦτα ὁ Οἰβάρης ποιέει τοιόνδε · ὡς ἐγίνετο ἡ νύξ , τῶν θηλέων ἵππων μίαν , τὴν ὁ Δαρείου ἵππος ἔστεργε μάλιστα , ταύτην ἀγαγὼν ἐς τὸ προάστειον κατέδησε καὶ ἐπήγαγε τὸν Δαρείου ἵππον , καὶ τὰ μὲν πολλὰ περιῆγε ἀγχοῦ τῇ ἵππῳ ἐγχρίμπτων τῇ θηλέῃ , τέλος δὲ ἐπῆκε ὀχεῦσαι τὸν ἵππον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.