ἐκ τούτων δὴ τῶν Πηδασέων ὁ Ἑρμότιμος ἦν τῷ μεγίστη τίσις ἤδη ἀδικηθέντι ἐγένετο πάντων τῶν ἡμεῖς ἴδμεν . ἁλόντα γὰρ αὐτὸν ὑπὸ πολεμίων καὶ πωλεόμενον ὠνέεται Πανιώνιος ἀνὴρ Χῖος , ὃς τὴν ζόην κατεστήσατο ἀπʼ ἔργων ἀνοσιωτάτων · ὅκως γὰρ κτήσαιτο παῖδας εἴδεος ἐπαμμένους , ἐκτάμνων ἀγινέων ἐπώλεε ἐς Σάρδις τε καὶ Ἔφεσον χρημάτων μεγάλων .
παρὰ γὰρ τοῖσι βαρβάροισι τιμιώτεροι εἰσὶ οἱ εὐνοῦχοι πίστιος εἵνεκα τῆς πάσης τῶν ἐνορχίων . ἄλλους τε δὴ ὁ Πανιώνιος ἐξέταμε πολλούς , ἅτε ποιεύμενος ἐκ τούτου τὴν ζόην , καὶ δὴ καὶ τοῦτον . καὶ οὐ γὰρ τὰ πάντα ἐδυστύχεε ὁ Ἑρμότιμος , ἀπικνέεται ἐκ τῶν Σαρδίων παρὰ βασιλέα μετʼ ἄλλων δώρων , χρόνου δὲ προϊόντος πάντων τῶν εὐνούχων ἐτιμήθη μάλιστα παρὰ Ξέρξῃ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.