ἡ δʼ αὐτὴ αὕτη βασίλεια καὶ ἀπάτην τοιήνδε τινὰ ἐμηχανήσατο · ὕπερ τῶν μάλιστα λεωφόρων πυλέων τοῦ ἄστεος τάφον ἑωυτῇ κατεσκευάσατο μετέωρον ἐπιπολῆς αὐτέων τῶν πυλέων , ἐνεκόλαψε δὲ ἐς τὸν τάφον γράμματα λέγοντα τάδε .
τῶν τις ἐμεῦ ὕστερον γινομένων Βαβυλῶνος βασιλέων ἢν σπανίσῃ χρημάτων , ἀνοίξας τὸν τάφον λαβέτω ὁκόσα βούλεται χρήματα · μὴ μέντοι γε μὴ σπανίσας γε ἄλλως ἀνοίξῃ · οὐ γὰρ ἄμεινον ·
οὗτος ὁ τάφος ἦν ἀκίνητος μέχρι οὗ ἐς Δαρεῖον περιῆλθε ἡ βασιληίη · Δαρείῳ δὲ καὶ δεινὸν ἐδόκεε εἶναι τῇσι πύλῃσι ταύτῃσι μηδὲν χρᾶσθαι , καὶ χρημάτων κειμένων καὶ αὐτῶν τῶν γραμμάτων ἐπικαλεομένων , μὴ οὐ λαβεῖν αὐτά ·
τῇσι δὲ πύλῃσι ταύτῃσι οὐδὲν ἐχρᾶτο τοῦδε εἵνεκα , ὅτι ὕπερ κεφαλῆς οἱ ἐγίνετο ὁ νεκρὸς διεξελαύνοντι . ἀνοίξας
δὲ τὸν τάφον εὗρε χρήματα μὲν οὔ , τὸν δὲ νεκρὸν καὶ γράμματα λέγοντα τάδε · εἰ μὴ ἄπληστός τε ἔας χρημάτων καὶ αἰσχροκερδής , οὐκ ἂν νεκρῶν θήκας ἀνέῳγες . αὕτη μέν νυν ἡ βασίλεια τοιαύτη τις λέγεται γενέσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.